作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVI, Caput VIII 第XVI講話 第VIII章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 16.8.1

1

Καὶ ὁ Σίμων· ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σέ, ἀπὸ γραφῶν ἐλέγξαι σε, ὅτι ψεύδῃ, λέγων μὴ αὐτὰ δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς, ὅτι αὐταὶ αἱ θείαι γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος·

するとシモンは言った。「私の話の初めは、聖書によってお前を論駁すること、すなわち、それらを神々と呼んではならないというお前の言い分が偽りである、と示すことにあった。それで私は、聖なる書自体が多くの神々を語っている、という多くの書かれた言葉を示したのだ。」するとペトロは言った。

Homiliae 16.8.2

2

αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαὶ, αὐταὶ παρήνεσαν ἡμῖν εἰποῦσαι· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων·

「多くの神々を語るその同じ聖書が、我々にこうも勧めているのだ。『他の神々の名は、お前の唇に上らせてはならない。』このように、私は書かれていることに反することを述べたのではない、シモンよ。」するとシモンは言った。

Homiliae 16.8.3

3

ἄκουσον πρὸς αὐτὸ καὶ σὺ , ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς, ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐ κακῶς ἐρεῖς. καὶ ὁ Πέτρος· οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων·

「それについては、お前も聞くがよい、ペトロよ。お前は、聖書が『悪く言ってはならず、民の指導者たちを悪く言ってはならない』と言っているのに、彼らを悪しざまに言い立てたことで、罪を犯しているように私には思われる。」するとペトロは言った。「私は罪を犯してはいない、シモンよ。聖書に即して、彼らの滅びを予め示しているだけだ。」

Homiliae 16.8.4

4

οὕτω γὰρ γέγραπται· θεοὶ οἵ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων, καὶ μὴ ἀπολλυμένων, ὡς ἑρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπαρχῆς γεγράφθαι·

「なぜなら、こう書かれているからだ。『天と地を造らなかった神々は滅びよ。』そしてこう言ったのは、お前が解釈したように、造った者たちがいて、彼らは滅びないという意味ではない。ただひとりの造り主がいることは、初めにこう書かれていることから明らかである。」

Homiliae 16.8.5

5

ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οὐκ εἶπεν οἱ θεοί. καὶ ἄλλῃ που λέγει ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ ἐν ἑτέρῳ γέγραπται· οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα.

「『初めに神は天と地を造られた。』そして『神々』とは言っていない。そして他のところでは、こう言う。『大空は、この方の手のわざを告げる。』そしてまた別のところにはこう書かれている。『もろもろの天は滅びるが、汝はとこしえに存続する。』」