Homiliae 19.6.1
Καὶ ὁ Σίμων· ὅτ᾽ ἂν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθῇς, σοὶ τῆς κακίας τὸν αἴτιον δείξω. τότε σοι καὶ πρὸς ἅ εἴρηκας ἀποκρινοῦμαι, καὶ ὅν φῂς Θεὸν ἄμεμπτον, ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος·
シモンが言った、「お前が私の提示した一つ一つについて論じ終えたときにこそ、私はお前に悪の原因を示そう。そのときにこそ、お前の言ったことに答え、お前が非のないと言うその神が非難を受けるべき者であることを証明してみせよう。」そしてペトロが言った。
Homiliae 19.6.2
ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα, ἢ ὡς κακίας ἡγεμόνα τὸν Θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι Θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη·
「お前が初めから語っていることから察するに、お前が目指しているのはほかでもなく、神を悪の首領として非難のもとに置くことである。それゆえ私は、お前の望むどの道であれ共にたどり、神があらゆる非難の外にあることを示そうと決めた。」シモンが言った。
Homiliae 19.6.3
ταῦτα ὡς ἀγαπῶν Θεὸν ὅν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· σὺ δὲ ὡς κακὸς μισῶν Θεὸν, ὅν ἠγνόησας, βλασφήμους ἀφεὶς φωνάς. καὶ ὁ Σίμων· μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος·
「お前はそう言うが、それはお前が信じている神を愛しているからそう語るのであって、真実を語っているのではない。」ペトロが言った、「お前こそ、悪しき人間として、知らずにいる神を憎み、冒涜の言葉を吐いているのだ。」シモンが言った、「私を悪の首領になぞらえたことを覚えておけ。」ペトロが言った。
Homiliae 19.6.4
ὁμολογῶ ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ, ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σὸν ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα·
「私は認める、お前を悪しき者になぞらえたのは偽りだった。なぜなら、私はお前に等しい者、あるいはお前よりなお悪い者を見出すことができず、やむを得なかったからである。それゆえ私はお前を悪しき者になぞらえたのだ。」
Homiliae 19.6.5
ἐπεὶ [ἐπεὶ γ]ἀρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις. τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα Θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων·
「なぜなら、お前は悪の首領よりもはるかに悪しき者だからである。悪しき者が神を悪く言ったのを示せる者は誰もいないが、お前が大胆に神を悪く言うのを、ここにいる我々は皆、目の当たりにしているのだ。」シモンが言った。
Homiliae 19.6.6
ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι. ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δὲ καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι Θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον;
「真理を探る者は、事の実際のありようのほかは何も、誰にも与えるべきではない。さもなくば、そもそも何のために探求するというのか。私にしても、事柄を厳密に見極めることをやめて、私が知りもしない神への賛美に、全ての時間を費やすことができないわけではないのだ。」