Homiliae 14.8.1
Ταῦτα τοῦ γέροντος εἰπόντος σύνοιδα, ὅτι ὅν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν, ὁ ὑμέτερος πατήρ. οὐκ ἐβουλήθην οὖν τὸ καθ᾽ ὑμᾶς αὐτῷ συναντιβαλεῖν, μέχρις ἄν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας, ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη, Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο, Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν, Κλήμης. τί δὲ τῇ τούτων μητρὶ ὄνομα; ὁ δὲ ἔφη, Ματτιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδρακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προςανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἐβουλήθην, μή πως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη·
「老人がこう語ったとき、私は、彼が死んだと言っていた老人こそ、その語ったところから察するに、諸君の父その人であると気づいた。それで、諸君に打ち明けるまでは、諸君のことを彼と突き合わせることはすまいと思った。ただ、彼の宿のことを聞き知り、また私の宿の所在も彼に告げた上で、確かめのために、ただこれだけを尋ねた。『老人よ、名は何というか。』彼は『ファウストゥスだ』と答えた。『では双子の息子たちの名は。』彼は『ファウスティノスとファウスティニアヌスだ』と答えた。『では三番目の息子の名は。』彼は『クレメンスだ』と言った。『では彼らの母の名は。』彼は『マッティディアだ』と答えた。それで私は同情のあまり、彼とともに涙を流し、群衆を解散させて諸君のもとへ来た。それは、塩を共にした後で、これを諸君に打ち明けるためである。塩に与る前に諸君に告げようとは思わなかった。諸君が悲しみに打ち負かされ、洗礼の日に嘆きのうちに過ごすことのないようにである。天使たちさえも喜んでいるこの日に。」ペトロがこう語ると、我々は皆、母とともに涙を流した。彼は我々が泣いているのを見てこう言った。
Homiliae 14.8.2
νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν Θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατήρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.
「今、諸君はそれぞれ、神への畏れをもって、語られたことを雄々しく受け止めるがよい。父は今日死んだのではなく、実に、諸君が推量して言っていたとおり、ずっと以前からのことなのだから。」