Homiliae 14.9.1
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴμοι ἄνερ, ἡμᾶς ἀγαπῶν κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν, καὶ τροφῆς μεταλαμβάνομεν. οὕπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης, ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη·
ペトロがこう言うと、母は堪えきれずに叫んでこう言った。「ああ、夫よ、我々を愛したがゆえに、お前は自ら思い定めて世を去ったのに、我々は生きて光を見、糧に与っている。」この一声の嘆きがまだやまぬうちに、見よ、あの老人が入って来た。そして彼が叫びの理由を尋ねようとしたそのとき、彼はその女に目を留めてこう言った。
Homiliae 14.9.2
οἴμοι τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες, καὶ τῆς ἀπλήστου χαρᾶς οὐκ ἐδύναντο κρατεῖν. πλὴν μετ᾽ οὐ πολὺ ἡ μὲν μήτηρ·
「ああ、これはどうしたことだ。誰を見ているのだろう。」彼は近づき、いっそう仔細に見つめ、また見られると、抱き合った。二人とも突然の喜びのあまり我を失い、互いに語り合おうとしても、言葉を失って何も言えず、あふれる喜びを抑えることができなかった。だがほどなくして、まず母がこう言った。
Homiliae 14.9.3
ἔχω σε Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἄρα ζῇς, ὅν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν ἡμῶν υἱοὶ, Φαυστῖνος, Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης, ἡμεῖς οἱ τρεῖς προσπούσοντες αὐτῷ καὶ καταφιλοῦντες ἀμαυρῶς πως τὴν μορφὴν αὐτοῦ ἀνεφέρομεν.
「お前を取り戻した、ファウストゥスよ、私にとって何より甘美なお前を。少し前に死んだと聞いたのに、どうして生きているのか。それにこの子たちは我々の息子、ファウスティノス、ファウスティニアヌス、そしてクレメンスだ。」彼女がこう言うと、我々三人は彼に駆け寄り、口づけしながら、おぼろげながら彼の面影を思い出していった。