Homiliae 2.6.1
Προφήτης δὲ ἀληθείας ἐστὶν ὁ πάντοτε πάντα εἰδώς, τὰ μὲν γεγονότα ὡς ἐγένετο, τὰ δὲ γινόμενα ὡς γίνεται, τὰ δὲ ἐσόμενα ὡς ἔσται, ἀναμάρτητος, ἐλεήμων, μόνος τὴν ἀλήθειαν ὑφηγεῖσθαι πεπιστευμένος. ἀναγίνωσκε, καὶ εὑρήσεις τοὺς ἀφ᾽ ἑαυτῶν τὴν ἀλήθειαν εὑρεῖν νομίσαντας. τοῦτο γὰρ προφήτου ἴδιον, τὸ τὴν ἀλήθειαν μηνύειν, ὥσπερ ἡλίου ἴδιον τὸ τὴν ἡμέραν φέρειν. διὰ τοῦτο ὅσοι ποτὲ ἀλήθειαν γνῶναι ἐπεθύμησαν, παρὰ δὲ τούτου μαθεῖν αὐτὴν οὐκ εὐτύχησαν, μὴ εὑρόντες, ζητοῦντες ἐτελεύτησαν. ὁ γὰρ τὴν ἀλήθειαν ζητῶν παρὰ τῆς ἑαυτοῦ ἀγνοίας λαβεῖν πῶς ἄν δύναιτο; κᾄν γὰρ εὕροι, οὐκ εἰδὼς αὐτὴν ὡς οὐκ οὖσαν παρέρχεται. οὔτ’ αὖ παρ᾽ ἑτέρου, τοῦ ὁμοίως ὡς ἐξ ἀγνωσίας ἔχειν ἐπαγγελλομένου, ἀληθείας κρατεῖν δυνατὸς ἔσται·
「真理の預言者とは、常にすべてを知る者であり、起こったことをそれが起こったとおりに、起こりつつあることをそれが起こりつつあるとおりに、起こるであろうことをそれが起こるであろうとおりに知る者である。罪を犯すことなく、憐れみ深く、ただこの方だけが真理を説くことを託された者である。読んでみよ、そうすればお前は、自分自身で真理を見出したと思い込んだ人々を見出すであろう。真理を告げ知らせることこそ預言者に固有のことであり、それはあたかも昼をもたらすことが太陽に固有であるようなものだ。それゆえ、真理を知りたいと望みながら、この方から学ぶ幸運に恵まれなかった者たちはみな、見出すことなく、求めたまま死んでいったのだ。真理を求める者が、自分自身の無知からそれを受け取ることが、どうしてできようか。たとえ見出したとしても、それが真理であると知らないので、それがないものと思って通り過ぎてしまう。かといって、同じように無知から出た知識を持っていると称する他の者から、真理を捉えることもできないであろう。」
Homiliae 2.6.2
πλὴν πολιτείας μόνης, καὶ ταῦτα ἐκείνης τῆς διὰ τὸ εὔλογον γνωρισθῆναι δυναμένης, ἥτις ἑκάστῳ ἐκ τοῦ μὴ θέλειν ἀδικεῖσθαι, τοῦ μὴ δεῖν ἄλλον ἀδικεῖν τὴν γνῶσιν παρίστησιν.
「ただ、ひとつの生き方だけは別である。それは、理にかなったことによって知られうるものであり、各人が不正を受けることを望まないことから、他人に不正を行ってはならないという知識をもたらすものである。」