作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVIII, Caput II 第XVIII講話 第II章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 18.2.1

1

Καὶ ὁ Πέτρος· ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὥς σοι δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργὸν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς, καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη·

ペトロは言った。「あまりに論争がましく議論をして時を費やすことのないように——本来なら、私の提示した問いにお前が答えるべきところを、正当に求めるのではなく——お前がそう思うのであれば、私が尋ねたことについて、私自身が答えることにしよう。私が言うには、善き者とは与える者である。それはちょうど、造り主が行っているのを私が見るとおりである。すなわち、太陽を善き者にも悪しき者にも与え、雨を正しい者にも不正な者にも与えている。」シモンは言った。

Homiliae 18.2.2

2

τοῦτο ἀδικώτατον, ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε, πῶς ποιῶν ἀγαθὸς ἄν ἦν. καὶ ὁ Σίμων· σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος·

「それはこのうえなく不正なことだ、正しい者にも不正な者にも同じものを与えるとは。」ペトロは言った。「それでは今度は、お前が我々に言え。どのようにふるまえば善き者であったといえるのか。」シモンは言った。「お前が言うべきだ。」ペトロは言った。

Homiliae 18.2.3

3

ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, εἴ τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἄν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα, ἐὰν ἄρα μεταβάλλωνται, ἀγαθοῖς δὲ αἰώνια, ἐάν γε ἐμμείνωσιν; καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν , καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος, καὶ τὸ κατ᾽ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχῃ, ὁμολόγησον.

「私が言おう。もし善き者にも正しい者にも、悪しき者にも不正な者にも同じものを与えるのであれば、お前の言い分によれば、それは正しい者でさえないことになる。しかし、もし善き者に善きものを与え、悪しき者に悪しきものを与えるのであれば、お前はその者を正しい者と呼んで当然と言うだろう。それでは、次のようなふるまいをする以外に、いったいどのようなふるまいをすることがありえただろうか。すなわち、悪しき者には——もし彼らが変わるならばということで——一時的なものを与え、善き者には——もし彼らがとどまるならばということで——永遠のものを与える、というやり方以外には。そしてこのように、すべての者に与えつつも、異なる者たちには異なるものを恵むということが、彼の正義における善であり、しかもそれによっていっそう忍耐強くあるのである。もし罪を犯した者が悔い改めるならば、その罪を赦し、善く行った者には永遠の命をも約束するのであれば。そして最後に裁き、各人に功に応じて分け与えるならば、彼は正しい者である。それでは、これが正しくそのとおりであるならば、認めよ。」