Homiliae 9.14.1
Μισοῦντες οὖν καὶ φεύγοντες ἡμᾶς ἐνεδρεύονται, οὐκ εἰδότες πόθεν αὐτοῖς τὰ ἐναντία τῇ αὐτῶν σωτηρίᾳ φρονεῖν γίνεται·
「こうして、我々を憎み避けることによって、彼らは待ち伏せされているのであるが、なぜ自分たちの救いに反することを思うようになったのか、彼らは知らない。」
Homiliae 9.14.2
οὔτε γὰρ ἡμεῖς αὐτοὺς μὴ βουλομένους πρὸς σωτηρίαν νεῦσαι βιάσασθαι δυνάμεθα, ἐπεὶ μὴ τοσαύτην νῦν κατ᾽ αὐτῶν ἔχομεν ἐξουσίαν, οὔτε αὐτοὶ ἀφ᾽ ἑαυτῶν τὴν κακὴν τοῦ δαίμονος ἐνθίμησιν νοῆσαι δύνανται, οὐ γὰρ ἴσασιν ὅθεν αὐτοῖς αἱ τῶν κακῶν ἐνθυμήσεις ὑποβάλλονται. εἰσὶν δὲ οὗτοι οἱ δαίμονες καθ᾽ ἃς βούλονται μορφὰς ἐπιφαινόμενοι φοβοῦσιν. ἔσθ᾽ ὅτε δὲ καὶ τοῖς νοσοῦσιν θεραπείας καὶ οὕτως τοῖς προηπατημένοις θεῶν δόξαν ἀποφέρονται. καὶ τὸ δαίμονες εἶναι τοὺς πολλοὺς λανθάνουσιν, ἀλλ᾽ οὐχ ἡμᾶς τοὺς εἰδότας αὐτῶν τὸ μυστήριον, τίνος ἕνεκα τοιαῦτα πράττουσιν, ἑαυτοὺς κατ᾽ ὄναρ καθ᾽ ὧν τὴν ἐξουσίαν ἔχουτιν μεταμορφοῦντες, καὶ οὕς μὲν φοβοῦσιν, οἷς δὲ χρηματίζουσιν καὶ θυσίας ἀπαιτοῦσιν καὶ συνεστιᾶσθαι κελεύουσιν, ἵνα αὐτῶν τὰς ψυχὰς συμπίνωσιν.
「なぜなら、我々もまた、望まない者たちを無理に救いへと向かわせることはできないからである。今の我々は、彼らに対してそれほどの権能を持ってはいない。また彼ら自身も、ダエモーンの悪しき思いを自分から見抜くことができない。悪しき思いがどこから彼らに投げ入れられているのか、彼らは知らないからである。このダエモーンどもは、望むままの姿を現して人々を怖れさせる者たちである。ときには病人たちに癒しを与え、そうして、すでに欺かれている者たちから神という栄誉を得るのである。そして彼らがダエモーンであることは、多くの人々には隠されているが、彼らの秘密を知っている我々には隠されていない。すなわち、なぜそのようなことをするのか。彼らは、自分たちが権能を及ぼしている者たちに対して、夢の中で姿を変え、ある者たちには恐れを与え、ある者たちには神託を下し、犠牲を要求し、ともに饗宴することを命じる。それは、彼らの魂をともに飲み干すためである。」