Homiliae 10.26.1
Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἄν ἡμερῶν ἐπιδημῶν διαλέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ᾽ ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν·
これを語り終えると、彼はダエモーンに憑かれた者たちと病に捕らわれた者たちを自分のもとへ連れて来させ、連れて来られた者たちに手を置き、祈ってから、彼らを健やかにして送り出した。そして彼らと残りの群衆に、自分が滞在して語り続けるであろう間、ここに絶えず集うようにと思い起こさせた。他の者たちが立ち去った後、ペトロはそこの水槽で望む者たちと共に沐浴し、木々の生い茂った木陰の下に地面へ敷物を敷くよう命じ、それぞれをその値打ちに応じて座らせた。
Homiliae 10.26.2
καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ Θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν , ἔτι πολλῆς οὔσης ὥρας πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.
こうして我々は食事にあずかった。それから彼は、ヘブライ人の習わしの信仰に従って喜び祝うことについて神を祝福し、感謝を捧げてから、まだ多くの時間が残っていたので、我々が望むことについて尋ねることを許した。そして我々二十人がそれぞれ順番に尋ねると、彼はそれに答えた。すでに夕暮れが迫っていたので、我々は皆、最も広い客間に彼と共に入り、そこで眠った。