Homiliae 4.21.1
Ἀλλὰ διὰ τί, φησίν, ὁ ἀνὴρ ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζηλοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλ᾽ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι, ὅτι κἄν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν·
「だが、なぜかと彼は言う。『夫が自分の妻の姦通を知らずにいるならば、嫉妬もせず、怒りもせず、騒ぎもせず、争いもしないではないか。このように、こうしたことは本性上の悪ではなく、人間の理不尽な思い込みがそれを恐ろしいものにしているのだ。』だが私は言う——たとえこうした恐ろしい事態が起こらなくても、姦夫との馴れ合いのゆえに夫を捨てることも、同居しながら陰謀を企てることも、夫が苦労して得たものを姦夫に与えてしまうこともあり得るのだ、と。」
Homiliae 4.21.2
καὶ ἀποδημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ, διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον, τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι, καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συμφθαρῆναι·
「夫が旅に出ている間に姦夫によって身ごもった女が、暴かれることを恥じて、胎児を堕ろそうと望み、我が子を殺す者となること、あるいは堕ろそうとして自分も命を落とすことさえあり得る。」
Homiliae 4.21.3
εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ, καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ ὧνπερ ἄν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἄν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται.
「もし夫が家にいる間に姦夫によって身ごもって子を産んだなら、育った子は本当の父を知らず、いない者を父だと思い込み、こうして本当の父でない者は、死に臨んで、赤の他人の子に自分の身代を残すことになる。姦通からは、これ以外にもどれほど多くの悪が本性上生じてくることか、我々の知らぬ隠れた悪もあるのだ。狂犬病にかかった犬が、触れた者を、目に見えぬ狂気を分け与えることによって滅ぼすように、姦通の隠れた悪もまた、たとえ気づかれずとも、血統の断絶をもたらすのである。」