Homiliae 12.29.1
Καὶ ὁ Πέτρος ἀπεκρίνατο, ὅτι ἀληθείας προφήτης ἔφη· Τὰ ἀγαθὰ ἐλθεῖν δεῖ, μακάριος δέ, φησί, δἰ οὗ ἔρχεται·
ペトロは答えた。「真の預言者はこう言われた。『善きことは来なければならない。だが、それをもたらす者は幸いである』と。」
Homiliae 12.29.2
ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν, οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπὶ οὖν κρίσις αὐτὴ Θεῷ, ὥσπερ ἐπ᾽ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἱδίᾳ βουλῇ ἐν κακουχίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δἰ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν.
「同様に、悪しきことも必ず来なければならないが、それをもたらす者は禍いである。もし悪によって悪が来たり、また善によって善がもたらされるとすれば、それぞれの者に、善であるか悪であるかという、その者自身のものが備わっていなければならない。すなわち、その者が以前に行ったことから、次に来る善や悪――それはその者自身の選びに属するもの――が、神の摂理によって及ぶよう取り計らわれるのである。それゆえ、裁きそのものは神にかかっている。ちょうど競技において、あらゆる苦難を通り抜けて、非のうちどころなく見出された者が、永遠の命にふさわしいとされるように。というのも、自らの意志によって善において進んだ者たちは、自らの意志によって悪しき状態にとどまり続けた者たちによって試みられ、追われ、憎まれ、罵られ、謀られ、打たれ、欺かれ、中傷され、強いて働かされ、虐げられ、そうしたことすべてを被るのであり、それゆえに、怒りを覚え、仕返しに走ることが、もっともなことのように見えるのである。」