Homiliae 3.73.1
Καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε, καὶ καθ᾽ ἡμέραν χειροθετεῖσθε, καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη·
こう言うと、彼はさらに続けてこう言った。「洗礼を受けたいと望む者は誰であれ、明日から断食を始め、日ごとに按手を受け、望むことについて尋ねるがよい。私はなお十日のあいだ諸君のもとにとどまるつもりである。」そして三日の後、洗礼を授け始めると、彼は私とアクィラスとニケテスを呼んでこう言った。
Homiliae 3.73.2
μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰέστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας, παρ᾽ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.
「私は七日後にテュロスへと出立するつもりであるが、諸君にはただちに出発し、カナン人の女ベルニケ、イエステの娘のもとに人知れず身を寄せて、彼女からシモンについてのことを詳しく調べ、私に書き送ってもらいたい。それは私にとって大いに役立つことであり、それに応じて事を整えることができるからである。それゆえ、ただちに平和のうちに出発せよ。」