Homiliae 18.23.1
Ἀλλ᾽ ἐρεῖς· οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι·
「しかし、お前はこう言うだろう。『彼は、自分にまさる別の者がいないことを知っているから、それゆえに、捨てられることがありえないのだ』と。それならば、そのような者がいないことに感謝するがよい。」
Homiliae 18.23.2
τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ἄν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο·
「しかし、彼の心が不心得へと向かいやすいことは知っておられる。もし彼が、お前が不心得者であると知りながらお前を受け入れ、私が心得た者であると知りながら私を受け入れないのだとすれば、お前の言い分によれば、彼は理を欠いた者、すなわち道理を用いない者だということになる。シモンよ、お前は、そのようにして、自分でも気づかずに、悪の下働きとなっているのだ。」シモンは答えた。
Homiliae 18.23.3
πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας, καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον, εἴγε θέλῃς μαθεῖν, ἐλθόντι διηγήσομαι, καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη·
「それでは、悪はいったいどこから生まれたのか、我々に言え。」ペトロは言った。「お前は今日、先に出て行こうとしており、これからは私を冒瀆者として聞かないと言ったのだから、もしお前が学ぶことを望むならば、明日、お前が来たときに語ろう。そして、お前が望むように、論争によらずに、私が吟味されることも許そう。」シモンは言った。
Homiliae 18.23.4
ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτο εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν, ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν, καὶ ἀποδεχθῆναι μετανοῦντας. ὁ δὲ Πέτρος προσιέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους , ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος, καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς, περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτο εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν, καταλαβούσης ἑσπέρας.
「私が良いと思うようにしよう。」こう言うと、彼は立ち去った。しかし、彼と共に入って来ていた者たちのうち、誰も彼と共には出て行かず、むしろペトロの足もとにひれ伏して、シモンにさらわれてしまったことについて赦しを得て、悔い改める者として受け入れられることを願った。ペトロは、その悔い改める者たちも、ほかの群衆も受け入れ、祈りながら手を置き、彼らのうち病む者たちを癒やした。そしてこのようにして彼らを解散させながら、夜明けに急いで来るようにと命じた。こう言い終えると、彼はいつもの仲間たちと共に中に入り、夕方が近づいていたので、差し迫った休息のために、いつもの習わしを行った。