Homiliae 3.20.1
Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐφόρα μοι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν Θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβῇ, ἐὰν ἑτέρῳ μὲν μὴ δῴη ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγοι, ὃς ἀπ᾽ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει, μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους Θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται·
「さて、真理についての第一の論に目を向けよ。神の御手によって胎に宿された人が、キリストの聖なる霊を有することを、もし誰かが認めないならば、汚らわしい一滴から生まれた別の誰かにそれを有すると認める者は、どうしてこの上なく不敬虔を犯していないことがあろうか。逆に、他の誰にもそれを有すると認めず、ただかの方のみが有すると言うならば、それこそこの上なく敬虔なことである。かの方とは、時代の初めから、名とともに姿を変えつつ時代を走り続け、ついに自分の時に至って、その労苦のゆえに神の憐れみによって油注がれ、永遠に安息を得ることになる方である。この方は、空と地と水にあるすべてのものを治め、その主となる誉れを与えられている。」
Homiliae 3.20.2
πρὸς τούτοις δὲ αὐτοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄῤῥητον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.
「さらにそのうえ、この方は、人間を造った方の息を受けた。それは魂を包む言い表しがたい衣であり、それによって不死なる者であることができるようにするためである。」