Homiliae 4.16.1
Ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι, οὑ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγετε, καταπιών, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας καθεῖρξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν·
「まず、この上なく王者らしいゼウスその方から始めよう。その父クロノスは、諸君の言うところによれば、自分自身の子らを呑み込み、金剛の鎌によって父ウラノスの陰部を刈り取って、親に対する敬虔と子に対する情愛について、神々の秘儀に倣おうとする者たちに手本を示したのである。そしてゼウス自身は、自分の父を縛ってタルタロスに閉じ込め、ほかの神々を罰する。口にできぬ行いをなそうと望む者たちには、メティスを身ごもらせてから呑み込んでみせた。」
Homiliae 4.16.2
ἦν δὲ ἡ Μήτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνελθὼν, Ἥρᾳ καὶ Δήμητρι καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα γε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ·
「メティスとは、種子であった。生まれたばかりの赤子を呑み込むことなどできないからである。少年愛の弁明のために、彼はガニュメデスをさらう。姦通する者たちには、姦通のために助け船を出しながら、自分自身もたびたび姦夫であることが露見する。兄弟殺しを勧めながら、自分は姉妹たち——ヘラ、デメテル、そして天のアフロディテ、これを人によってはドドナと呼ぶ者もいる——と交わる。娘たちと交わりたいと願う者たちには、ペルセフォネと交わったことによって、神話から悪しき手本となる。そのほか無数の不敬虔を行ったが、それは、この上ない不節制のゆえに、不敬虔な者たちによって、この作り話が神であると教え込まれるためである。」