作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput XII 第IV講話 第XII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 4.12.1

1

Αἰτίκα γοῦν ἐγὼ τὴν πᾶσαν Ἑλλήνων παιδείαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο, καὶ τούτους κακοὺς καὶ παντοπαθεῖς·

「事実、私は、ギリシア人のあらゆる教養は、悪しきダエモーンによる最も苛烈な企てであると言う。彼らのうちのある者は多くの神々を説き、しかもそれらを悪しき者、あらゆる情念に苦しむ者として説いたのである。」

Homiliae 4.12.2

2

ἵνα ὁ τὰ ὅμοια πράττειν θέλων μηδὲ αἰδῆται, ὅπερ ἐστὶν ἀνθρώπου ἴδιον, παράδειγμα ἔχων τῶν μυθολογουμένων θεῶν τοὺς κακοὺς καὶ ἀσέμνους βίους. τῷ δὲ μηδὲ αἰδεῖσθαι οὐδὲ ἐλπίδα μετανοίας ὁ τοιοῦτος ἐμφαίνει. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ᾽ ἥν μηδὲν πάσχειν τις ἢ ποιεῖν δύναται. ὁμοίως οὖν καὶ τοῦτο τῷ πρώτῳ τἀυτόν ἐστιν. νομίσας γάρ τις ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται, καὶ ἁμαρτὼν οὐ μεταμελεῖται ἐφ᾽ οἷς ἠσέβηκεν, ἀπολογίαν φέρων ὅτι ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηναγκάζετο· καὶ ὡς τὴν γένεσιν κατορθῶσαι μὴ δυνάμενος, ἐφ᾽ οἷς ἐξαμαρτάνει οὐδὲ τὸ αἰδεῖσθαι ἔχει.

「それは、同じことを行いたいと願う者が、人間に固有のもの——恥じらいさえも抱かないようにするためであり、神話で語られる神々の悪しき恥ずべき生き方を手本として持つからである。だが、恥じらいすら抱かない者は、悔い改めの望みすら示さない。また別の者たちは運命、いわゆる生まれ(ゲネシス)を説いたが、これによれば、誰もそれに背いて何かをなすことも、何かを被ることもできないとされる。それゆえ、これもまた前のものとまったく同じである。というのも、ある者が、生まれに逆らって誰も行うことも被ることもできないと思い込めば、たやすく罪を犯すようになり、罪を犯しても、自分が不敬虔を行ったことを悔いず、それは生まれによって強いられて行ったのだと弁明を持ち出すからである。そして、生まれを正すことはできないのだからと言って、自分が犯す罪について恥じらいを持つこともないのである。」