作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia V, Caput XI 第V講話 第XI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 5.11.1

1

Ἀλλὰ πᾶσαι μὲν ἀνεῴχθησαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέσθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵ τινες ὑπὸ ἀνοίας κρατούμενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομένους μοιχοὺς ὑφορώμενοι, ὑπ᾽ αὐτοῦ τοῦ Διὸς διά γε τοῦ Μίνω καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις.

「『だからこそ、あらゆる扉が彼のために開かれ、あらゆる邪悪な、人為の法は解かれるべきなのだ——嫉妬深い人間たちのために定められた法は。彼らは無知に支配され、道理にかなうことを理解しようとせず、そのうえいわゆる姦夫たちを疑いの目で見ているために、ゼウスその方によって、ミノスとラダマンテュスとを通じて、当然にも、人為の法によって弄ばれているのである。』」

Homiliae 5.11.2

2

Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πάθος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνήλυθεν γυναιξίν, καὶ ὑπ᾽ ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιΐαν, ἐνίοτε τὴν αὐτοῦ μῖξιν ἀνθρώποις δωρούμενος. παρ᾽ οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο, ἀγνοούμενος μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ, μήτε τοῖς ὑπ᾽ αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν, καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολογουμένους κρείττονας ὧν αἱ μίξεις μυρίαι γεγόνασιν.

「『魂に住みついたエロースを押しとどめることはできない。恋する者たちの受ける情念は、自らの意志によるものではないからである。事実、これらの者の立法者たるゼウスその方が、無数の女たちと交わった。ある賢い人々によれば、子をなすための恩恵者として、時にはその交わりを人間たちに贈り与えたのだという。だが、その恵みのゆえに知られることを望まなかった相手に対しては、気づかれぬように姿を変えた——彼らを悲しませることのないように、また、自分自身が定めた法に逆らっているように見えることのないように。それゆえ、哲学に打ち込む者は、善き生のために、その交わりが無数に及んだ、公認の優れた者たちに倣うべきなのである。』」