作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput XXIII 第IV講話 第XXIII章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 4.23.1

1

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ, οὐχὶ καὶ οἱ Ἑλλήνων, ἔφη, νόμοι τὰ φαῦλα ἀπαγορεύουσιν, καὶ τοὺς μοιχοὺς κολάζουσιν; κᾀγὼ ἔφην·

私がこう言うと、アッピオンは話に割って入って言った。「では、ギリシア人の法もまた、悪しきことを禁じ、姦通する者たちを罰しているではないか。」そこで私は言った。

Homiliae 4.23.2

2

οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ καὶ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι, ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων·

「それならば、ギリシア人の神々こそ、法に反することを行った以上、罰を受けるべきではないか。神々自身がまず姦通とともにあらゆる恐ろしいことを行いながら罰を受けていない——それどころか、欲望に隷属していないのだから、なおのこと罰を受けるべきなのに——と思うならば、私はどうして自分を慎み深くすることができようか。もし彼らが欲望に服していたのなら、どうして神であり得ようか。」するとアッピオンは言った。

Homiliae 4.23.3

3

ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοί, ἀλλ᾽ οἱ δικασταὶ εἰς οὕς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κᾀγὼ ἔφην·

「我々にとってはもはや神々ではなく、裁判官たちを目当てとしよう。彼らを見つめることによって、我々は罪を犯すことを恐れるのだから。」そこで私は言った。

Homiliae 4.23.4

4

οὐκ ἐθ᾽ ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν, ὁ δὲ Θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.

「それはもう同じではない、アッピオンよ。人間を目当てとする者は、隠れおおせるという望みのゆえに、あえて罪を犯すだろう。だが、すべてを見通す神を自分の魂に定めた者は、その方から隠れることなどできないと知っているがゆえに、人知れず罪を犯すことをも避けるだろう。」