作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput VIII 第I講話 第VIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 1.8.1

1

Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι, ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ᾽ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον. καὶ δὴ οὕτως βουλευσαμένε μου πολὺς ὁ τῆς παρολκῆς ἐγενήθη χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὧδέ ποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλέκων τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε εἰσεκλάπην χρόνον ἐλπίσιν δονούμενος, καὶ ὅτι οὕτως ἀσχολέμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς πόντον ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις ἀντὶ τοῦ εἰς Ἰουδαίαν εἰς Ἀλεξάνδρειαν ἠνέχθην·

私はこのように他人について語りながら、自分自身にもこう語りかけた。「なぜ私は他人を責めるのか。自分自身も同じ怠慢のとがめを負っているというのに。むしろユダヤへ急ぎ向かおう。ただしまず自分の身辺のことを片づけてから。」こうして思い定めたものの、日々の生活の事柄がなかなか片づかないため、長い遅延の時が過ぎてしまった。そしてついにあるとき、人生の本性について次のように悟った。すなわち、人生は急ぐ者たちを希望によって絡めとり、罠にかけるのだ、と。そして、かつて私自身も希望に揺り動かされて時を盗み取られたことがあり、また、人間はこのように事にかまけているうちに死んでいくのだ、ということも悟った。そこで私は自分の持ち物をなりゆきに任せて捨て置き、海へと乗り出した。港に着いて船出したが、風の逆風のためにユダヤへ向かうはずが、アレクサンドリアへと運ばれてしまった。

Homiliae 1.8.2

2

καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης καὶ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγες. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ Θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, καὶ παρὰ πολλῶν τῶν κᾀκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.

そして順風が得られずそこに留め置かれた私は、その地で哲学者たちのもとに通い、ローマで現れた者についての噂の話を彼らに語った。すると彼らはこう答えた。「ローマで現れたという者については、我々は知らない。だがユダヤに現れ、噂によって神の子と言われている者については、そこから来た多くの人々から聞いており、彼が語りながら行ったすべての奇跡についても知るところとなった。」