作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput XXVIII 第III講話 第XXVIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 3.28.1

1

Δἰ ὅ ἑνὸς μόνου τοῦ τῆς ἀληθείας προφήτου ἀκούειν δεῖ, εἰδότα ὅτι ὁ παρ᾽ ἑτέρου σπαρεὶς λόγος, μοιχείας ἔγκλημα λαβών, ὡς ὑπὸ νυμφίου τῆς βασιλείας αὐτοῦ ἐκβάλλεται. τοῖς δὲ τὸ μυστήριον εἰδόσιν ὑπὸ ψυχικῆς μοιχείας καὶ θάνατος γίνεται. ὁπότ᾽ ἄν ἡ ψυχὴ ὑφ᾽ ἑτέρων σπαρῇ, τότε ὡς πορνεύσασα ἢ μοιχευσαμένη ὑπὸ τοῦ πνεύματος ἐγκαταλείπεται, καὶ οὕτως τὸ ἔμψυχον σῶμα, τοῦ ζωοποιοῦ πνεύματος χωρισθέντος, εἰς γῆν ἀναλύεται, καὶ τοῦ ἁμαρτήματος ἡ κατ᾽ ἀξίαν κόλασις ἐν τῷ τῆς κρίσεως καιρῷ ἀποδίδοται τῇ ψυχῇ μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν·

「それゆえ、ただ唯一、真理の預言者にのみ耳を傾けるべきである。他の者によって蒔かれた言葉は、姦淫の罪に問われ、花婿によってその王国から追い出されるということを知っておくべきである。この秘義を知る者たちにとっては、魂の姦淫によって死さえも生じる。魂が他の者たちによって種を蒔かれるとき、それは姦淫を犯した者、あるいは姦通した者として、霊によって見捨てられ、こうして生命を与える霊から切り離された、魂を宿す肉体は地に帰るのであり、罪に応じた罰は、裁きの時に、肉体の解体の後、魂に与えられるのである。」

Homiliae 3.28.2

2

ὥσπερ ἐπ᾽ ἀνθρώπων ἡ ἐπὶ μοιχείᾳ φωραθεῖσα πρῶτον τῶν οἴκων ἐκβάλλεται, εἶθ’ ὕστερον ἐπὶ καταδίκῃ κρίνεται.

「それはちょうど人間の間で、姦通の現場を見つけられた女がまず家から追い出され、その後に有罪の判決を受けるのと同じである。」