Homiliae 10.4.1
Ὅτε μέν τοι δίκαιος ἐτύγχανεν , καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος, ὅτε δὲ ἥμαρτεν, ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν, ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν, τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐσπλαγχνίας πρὸς τὸ ἀπολαύειν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά, τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης πρὸς ὑμᾶς λέγειν ἡμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἕλεσθε οὖν, ὃ ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ. ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶ ταῦτα·
「かつて彼が正しい者であったとき、あらゆる苦しみを超えており、不死の体ゆえに苦しみを味わうことができなかった。しかし彼が罪を犯したとき——昨日と一昨日、我々が示した通り——罪の奴隷となり、あらゆる苦しみに陥り、正しい裁きによってあらゆる善きものを奪われた。というのも、与えた方が見捨てられたのに、与えられたものが恩知らずな者たちのもとに留まり続けるのは理にかなわなかったからである。そこで、彼のあふれる慈しみから、我々が最初のものと共にやがて来る永遠の善きものをも享受できるようにと、彼は自らの預言者を遣わした。この預言者は、諸君に向かって何を思い何を行うべきかを語るよう、我々に命じた。それゆえ、諸君の権能のうちにあることを選び取れ。さて、思うべきことは次の通りである。」
Homiliae 10.4.2
τὸν πάντα πεποιηκότα σέβειν Θεόν, ὅν ἂν ἀπολάβητε τῷ νῷ, ἀπ᾽ αὐτοῦ ἀπολήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά.
「すべてを造った神を敬うこと。諸君が精神によって彼を受け入れるならば、彼から、最初の善きものと共に、やがて来る永遠の善きものをも受け取るであろう。」