Homiliae 8.3.1
Ὑπὸ δὲ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνὰς διϋπνισθεὶς εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἕξ καὶ δέκα, αὐτὸς ὁ Πέτρος, κᾀγὼ ὁ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσας οὖν ἡμᾶς ἔφη·
彼は二度目の鶏鳴の頃に目覚め、我々が起きているのを見出した。彼とともにいた我々は皆で十六人、すなわちペトロ自身、私クレメンス、ニケテスとアクィラス、そして先に行っていた十二人であった。彼は我々に挨拶してこう言った。
Homiliae 8.3.2
σήμερον τοῖς ἔξω μὴ σχολάζοντες ἀλλήλοις ἐσμὲν εὔσχολοι. διὸ ἐγὼ μὲν ὑμῖν τὰ μετὰ τὴν ἀπὸ τοῦ Τύρου ἔξοδον γεγενημένα διηγήσομαι, ὑμεῖς δὲ ἐμοὶ τὰ ἐνταῦθα ὑπὸ τοῦ Σίμωνος πεπραγμένα καὶ ἀκριβέστερον ἐξηγήσασθε. ἀμειψαμένων οὖν ἀλλήλους ταῖς ἐν μέρει διηγήσεσιν, εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ·
「今日は外の者たちに時を割かず、互いのために時を割こう。それゆえ私は、テュロスを出てから後に起こったことを諸君に語ろう。諸君はここでシモンによってなされたことを、より詳しく私に語ってくれ。」こうして互いに部分ごとの話を交わし合っていると、親しい者の一人が入って来てペトロに告げた。
Homiliae 8.3.3
ὅτι Σίμων μαθών σε ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν, οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι, καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπό σου προθεσμίαν μὴ δυνάμενοι, πρὸ τῶν θυρῶν ἑστήκασιν, κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες, ὅτι μετεωρίσας αὐτούς, καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου. οὐκ οἶδα πόθεν φήμη τις ἐπέπεσεν, ὡς μέλλοντός σου σήμερον αὐτοῖς διαλέγεσθαι. ἵνα οὖν μὴ ἐπὶ πολὺ καμόντες ἀλόγως διαλύωνται, τί χρή σε ποιεῖν , αὐτὸς γινώσκεις.
「シモンは、お前が到着したと知って、シリアへの道へと急いで出発した。しかし群衆は、この一晩を一年の時のように思い、お前が与えた期限を待つことができず、戸口の前に立って、集まりや群れをなして互いにシモンの中傷について語り合っている。すなわち、シモンは彼らを浮き足立たせ、お前が来たならば多くの悪事についてお前を論駁すると約束しておきながら、お前が到着したと知るや夜のうちに逃げてしまった、と。それでも彼らはお前の話を聞きたいと望んでいる。どこからか、お前が今日彼らと語り合うことになっているという噂が広まったのだが、それがどこから起こったのか私にはわからない。それゆえ、彼らが長く苦労した末に、道理もなく散り散りになってしまわぬよう、お前がどうすべきかは、お前自身が知るところである。」