Homiliae 11.35.1
Τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων·
三か月が満ちると、彼は私に幾日かの断食を命じ、海の近くにある泉へと私を連れて行き、絶えず湧き出る水へと洗礼を授けた。こうして、我々の兄弟たちが、神から賜った私が新たに生まれたことを祝って宴を開いた後、幾日もしないうちに、彼は長老たちに向き直り、教会全体の前でこう命じて言った。
Homiliae 11.35.2
ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν, ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὑτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβάλλοντα αὑτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα, μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ᾽ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς οὖν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ᾽ ὀνόματι τοῦ κυρίου ὑμῶν κηρύσσοντα, πλάνην τε ἐνσπείροντα ὑποβάλλῃ. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη·
「我々を遣わした我々の主にして預言者は、我々にこう教えられた。悪しき者は四十日間彼と論じ合ったが、彼に対して何もなしえなかったので、自分の従う者たちの中から、欺くために使徒たちを遣わすことを約束した、と。それゆえ、何よりもまず、使徒であれ、教師であれ、預言者であれ、まず自分の宣教を、我が主の兄弟と呼ばれ、エルサレムにおいてヘブライ人の教会を治めることを委ねられたヤコブに照らし合わせず、証人を伴って諸君のもとに来ていない者があれば、心に留めよ。それは、主に先立って四十日間論じ合いながら何もなしえなかった悪が、後になって、天から地に落ちた稲妻のように、諸君に対して宣教者を送り出すことのないためである。悪がシモンを、我々に対して真理を装って、諸君の主の御名において宣教させながら、迷いを蒔きつけるよう仕向けたように、である。それゆえに、我々を遣わした方はこう言われた。」
Homiliae 11.35.3
πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγινώσκετε αὐτούς.
「『多くの者が、羊の衣を着て私のもとに来るが、内側は貪り食う狼である。彼らの実によって彼らを見分けよ。』」