作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput III 第VI講話 第III章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 6.3.1

1

Ἦν ποτε ὅτε οὐδὲν πλὴν χάος καὶ στοιχείων ἀτάκτων ἔτι συμπεφορημένων μῖξις ἀδιάκριτος, τοῦτο καὶ τῆς φύσεως ὁμολογούσης, καὶ τῶν μεγάλων ἀνδρῶν οὕτως ἔχειν νενοηκότων. καὶ μάρτυρα τῶν μεγάλων ἐν σοφίᾳ τὸν μέγιστον Ὅμηρον αὐτόν σοι παρέξομαι, εἰπόντα περὶ τῆς ἀνέκαθεν συγχύσεως Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. ὡς ἐκεῖθεν ἁπάντων τὴν γένεσιν ἐσχηκότων, καὶ μετ᾽ ἀνάλυσιν τῆς ὑγρᾶς καὶ γηίνης οὐσίας εἰς τὴν πρώτην πάλιν ἀποκαθισταμένων φύσιν, ὅ ἐστιν χάος.

「かつて、混沌(カオス)のほかには何もなく、いまだ秩序なき元素が寄せ集められたまま、分かたれることのない混合状態にあったときがあった。このことは、自然そのものも認めるところであり、偉大な人々もそのように考えてきた。そして、知恵における偉大な人々のうちで最も偉大な者、ホメロスその人を、私はお前に証人として示そう。彼は、太古の混沌について、『だが汝らは皆、水と土となるがよい』と語っている。そこからすべてのものが生まれを得て、水と土からなる実体が分解したのちには、再びその最初の本性、すなわち混沌へと立ち返るのである。」

Homiliae 6.3.2

2

Ἡσίοδος δὲ ἐν τῇ Θεογονίᾳ λέγει Ἥτοι μὲν πρώτιστα χάος ἐγένετο. τὸ δὲ ἐγένετο δῆλον ὅτι γεγενῆσθαι ὡς γενητὰ σημαίνει, οὐ τὸ ἀεὶ εἶναι ὡς ἀγένητα. καὶ Ὀρφεὺς δὲ τὸ χάος ὠῷ παρεικάζει, ἐν ᾧ τῶν πρώτων στοιχείων ἦν ἡ σύγχυσις. τοῦτο Ἡσίοδος χάος ὑποτίθεται, ὅπερ Ὀρφεὺς ὠὸν λέγει γενητόν, ἐξ ἀπείρου τῆς ὕλης προβεβλημένον, γεγονὸς δὲ οὕτως.

「ヘシオドスは『神統記』の中でこう言う——『実に、まず初めに混沌が生じた』と。この『生じた』という語は、明らかに、生まれざるものとしてではなく、生まれたものとして生じたということを意味している。またオルペウスは、混沌を卵になぞらえている。その中に、最初の元素の混合があったのである。ヘシオドスが混沌と措定するもの、それをオルペウスは、生まれた卵、限りない質料から生み出されたものと言う。それは次のようにして生じたのである。」