作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIX, Caput I 第XIX講話 第I章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 19.1.1

1

Τῆς δὲ ἄλλης ἡμέρας ὀρθριαίτερον προελθὼν ὁ Πέτρος, καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτὸν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐκκόψας ἔφη·

翌日、ペトロはいつもより早く進み出て、シモンが他の多くの者たちと共に自分を待っているのを見て、群衆に呼びかけ、論じ始めた。彼が語り始めるとすぐ、シモンが口を挟んで言った。

Homiliae 19.1.2

2

τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε, ὡς ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι, ὅτι μηθὲν ἕτερόν σοι πρόκειται, ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι Θεόν, καὶ τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν·

「そのような長い前置きはやめて、今問うている私に、目下の問題について答えるがよい。お前が初めから語ってきたことを聞いて分かっているところでは、お前が目指すところは、あらゆる手立てを尽くして造り主のみが非のない神であることを示す、それだけである。その思いのあまりの強さに、聖書のいくつかの章句が明らかに彼を悪く言っているにもかかわらず、あえてそれらを偽りの章句と言い張るほどである。」

Homiliae 19.1.3

3

οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι, ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὅ πυνθάνομαί σου ἀποκρίνῃ μοι.

「それゆえ私は、彼が万物の造り主でありながら非のない者であることは不可能である、と本日証明することに決めた。私が問うことにお前が答えさえすれば、私はすでにその証明に取りかかることができる。」