作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput IX 第I講話 第IX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 1.9.1

1

Ἐμοῦ δὲ εἰπόντος, ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτόν, εὐθὺς ἦγόν με λέγοντες, ἔστι τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας αὐτὸν ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ Ἑβραῖος, ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν, σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων, καὶ συνενόεν τἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλ᾽ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον ἅ τε ἤκουσεν καὶ ἑώρακεν τὸν τοῦ Θεοῦ φανούντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι·

私が「彼を見た人の誰かに会いたい」と言うと、彼らはすぐに私を連れて行き、こう言った。「ここに、彼を実際に見たばかりでなく、かの地の出身でもある人がいる。ヘブライ人で、名をバルナバという。彼は自分もその弟子の一人であると言い、ここに腰を据えて、望む者たちに進んでかの方の約束の言葉を語っている。」そこで私は彼らと共にそこへ赴いた。そして行ってみると、居合わせた群衆と共に立って、その言葉に耳を傾けた。すると私は、彼が弁証の技巧によってではなく、悪意なく、また準備もなしに、自分が聞き見たこと——すなわち、現れた神の子が行い語ったこと——をありのままに語っているのだ、と悟った。

Homiliae 1.9.2

2

πολλοὺς δὲ μάρτυρας τῶν ὑπ᾽ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων, καὶ ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου, παρεῖχεν.

そして彼は、自分が語る奇跡や言葉について、居合わせたその群衆自身の中からも、多くの証人を差し出した。