Homiliae 10.15.1
Εἰ γάρ φατε, ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν Θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας, τοὺς λεγομένους θεούς, οὐδ᾽ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτο εἰδέναι, ὅτι, ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι, λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί (ὅτι ὁ διδοὺς οὐ ζήσεται, καὶ ὁ λαμβάνων ἀναιρεθήσεται), οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τοῦ Θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν·
「というのも、もし諸君が、カエサルの道理に倣って、神が従属する権能、いわゆる神々を持つのだと言うのであれば、諸君はその譬えにさえ従っていないのである。もし諸君が本当に従っているのであれば、次のことを知っているべきであった。すなわち、カエサルの名を他の者に与えることが許されないように——執政官であれ、総督であれ、千人隊長であれ、他の誰であれ、である(与える者は生きられず、受け取る者も殺されるからである)——それと同じく、諸君の譬えからしても、神の名を他の者に与えることは許されない。」
Homiliae 10.15.2
ἐπεὶ καὶ ὁ πειραθεὶς ἤτε λαβεῖν ἤτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἐπ᾽ ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς Θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὅνομα πάσῃ ᾗ ἠδυνήθητε ὑπεβάλετε ὕβρει·
「それを受け取ろうとした者も与えようとした者も、滅びるからである。もし人間に対する侮辱でさえ罰を受けるのであれば、なおのこと、他の者たちを神々と呼ぶ者たちは、神を侮辱した者として、永遠の懲罰に服することになるであろう。それは理にかなったことである。というのも、彼の唯一の支配のために諸君に敬うようにと渡された名を、諸君はできる限りのあらゆる侮辱にさらしたからである。」
Homiliae 10.15.3
οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα Θεός, ἀλλ᾽ ὑμεῖς τοῦτο παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε.
「というのも、『神』というのは彼の真の名ではなく、諸君がこれを受け継いで、諸君に与えられたものを侮辱したのである。諸君がそれをどのように用いるにせよ、それが彼の真の名として数えられるようにと与えられたのに、諸君はそれをあらゆる侮辱にさらしたのである。」