作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VIII, Caput II 第VIII講話 第II章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 8.2.1

1

Ὁ δὲ ἐπ᾽ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονώς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, μετὰ τὴν ἐπιοῦσαν περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ οἱ πρόοδοι τοῖς συνεληλυθόσιν ξενίας ἠυτρέπιζον. οὐκ ἀπελείποντο δὲ οὐδὲ οἱ ἀποδεχόμενοι καὶ ξενίζοντες τῆς τῶν ἀξιούντων προθυμίας. τούτων δὲ οὐδὲν εἰδὼς ὁ Πέτρος, ἀξιωθεὶς ὑφ᾽ ἡμῶν τροφῆς μεταλαβεῖν, ἔφη, μὴ μεταλήψεσθαι πρότερον αὐτός, πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσασθαι. ἀποκριναμένων δὲ ἡμῶν·

彼は宿舎の門にすでに至ったところで、群衆の方を振り返り、翌々日に敬虔について彼らと語り合うことを約束した。彼が中に入ると、先に来ていた者たちは、集まって来た人々のために宿を用意していた。もてなしを受け入れて宿を提供する者たちも、それを求める者たちの熱意に劣らなかった。ペトロはこうしたことを何も知らず、我々から食事を摂るよう求められると、集まって来た人々を先に休ませるまでは、自分は食事を摂らないと言った。すると我々はこう答えた。

Homiliae 8.2.2

2

ὅτι ἔφθη τοῦθ᾽ οὕτως γεγενῆσθαι, προφάσει τῆς πρός σε στοργῆς σπουδῇ πάντας αὐτοὺς ὑποδεξαμένων, ὡς τοὺς μὴ ἐσχηκότας οὕς ξενίσωσιν ὑπερβαλλόντως λελυπῆσθαι·

「それはすでにそのようになされている。お前への情愛を口実に、皆が熱心にすべての者を迎え入れたので、もてなす相手を得られなかった者たちが、はなはだしく悲しんでいるほどである。」

Homiliae 8.2.3

3

ὁ Πέτρος ἀκούσας καὶ ἡσθεὶς τῆς ὀξείας φιλανθρωπίας εὐλογήσας αὐτοὺς ἐξῆλθεν, καὶ θαλάσσῃ λουσάμενος εἰσελθών, καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας ἐπικαταλαβούσης ὕπνωσεν.

ペトロはこれを聞いて、その素早い博愛の業を喜び、彼らを祝福して外に出、海で身を洗って戻り、先に来ていた者たちとともに食事を摂り、夕方になると眠りについた。