Homiliae 13.2.1
Ταῦτά μου εἰπόντος, ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἅμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς καὶ προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν·
私がこう言うと、ペトロはすべてのことを彼らに要点をまとめて語った。すなわち、彼らが先に行った間に、私クレメンスが自分の家柄を彼に打ち明けたこと、また、母が偽って作り上げた夢を口実として双子の子供たちと共に旅立ったこと、さらに父が母を捜すために旅に出たことである。
Homiliae 13.2.2
ἔπειτα καὶ ὡς αὐτὸς Πέτρος μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος, ἔγνω αὐτῆς γένος, ἀναστροφήν, τὸν πλαστὸν ὄνειρον, καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῇ συμπορευθέντων διδύμων τέκνων, καὶ οὕς ἐν βυθῷ ὑπενοεῖτο τεθνηκέναι.
次いで、ペトロ自身が、これを聞いたのちその島に入って、その女に出会い、物乞いをしているのを見て、物乞いをする理由を尋ね、彼女の家柄、身の上、作り話の夢、子供たちの名前を知ったこと、そして、父のもとに残された私のこと、彼女と共に旅立った双子の子供たちのこと、彼女が海の底で死んだと思い込んでいた者たちのことをも知ったことを語った。