Homiliae 16.14.1
Ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας, καὶ τῷ Ἰακὼβ παλαίσας·
「実に我々自身も、聖書によって、天使たちが神々と呼ばれたことを知っている。すなわち、柴の上で語られた方、ヤコブと格闘された方のことだ。」
Homiliae 16.14.2
ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουήλ καὶ τὸν λεγόμενον Θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄνθρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἶς Θεὸς, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα·
「だが、生まれようとしているインマヌエルや、強き神と呼ばれる方についても同様である。しかしまた、モーセもファラオにとって神とされたが、実際には人間であった。さらにまた、諸国民の偶像もそうである。だが我々にとっては、神はただひとりであり、この方おひとりが被造物を造り、万物を秩序づけられたのだ。」
Homiliae 16.14.3
οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, Θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθὲς ὃν δογματίσαντες οἱ πατέρες παρέδωσαν ἡμῖν, ἵνα εἰδῶμεν, ὅτι εἴ τι κατὰ τοῦ Θεοῦ λέγεται, ψεῦδός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ·
「そしてこの方の子はキリストであり、我々はこの方に従うことによって、聖書のうちの偽りを見分けるのだ。さらに、我々は父祖たちから聖書の真実を授けられており、天と地を造られた方をただおひとりのみ知っている。それはユダヤ人の神であり、この方を敬うことを選んだすべての者の神でもある。父祖たちは、神を愛する思慮によって、この方を真実と定め、我々に伝えた。それは、神に逆らって語られることは何であれ、偽りであると我々が知るためである。だが、私はさらに度を越したことを一つ言おう。」
Homiliae 16.14.4
εἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς ἀληθὲς ἀγαπῶσιν, περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ κινδυνεύειν.
「もしこれが私の言うとおりでないなら、私にも、真実を愛する者たちにも、我々を造られた神への讃美について危険にさらされるようになってもよい。」