作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput XXIV 第VI講話 第XXIV章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 6.24.1

1

Αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται, τὰ ἀπ᾽ ἄλλου γενόμενα· οὐχ ἡ μίξις· οὐχ ἡ κράσις· οὐχ ἡ γένεσις· οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος· οὐδ’ ἡ ἐν τῷ ᾅδῃ συῤῥέουσα ὑποστάθμη· οὐ τὸ ἐπιπολάζον ὕδωρ οὐχ ἡ ζέουσα οὐσία·

「事実、最初の四元素は、ほかのものから生じたものである以上、神ではあり得ない——混合もそうではなく、混成もそうではなく、生成もそうではなく、あらゆるものを包み込む目に見える容れ物もそうではなく、冥界に流れ集まる澱もそうではなく、上に浮かぶ水もそうではなく、沸き立つ実体もそうではない。」

Homiliae 6.24.2

2

οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα, εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζώου γένεσιν οὐκ ἐδύνατο, εἴτε ἀεὶ ἀλλήλοις συνῆπτε, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζώου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσώζειν δύνηται, καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ, καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ·

「その実体から、この地上にまで及ぶ大気もそうではない。というのも、四つの元素は、互いに分かたれていたのであれば、何か偉大な職人なしには、生き物の誕生のために混じり合うことはできなかったであろうし、あるいは常に互いに結びついていたのだとしても、そうであれば、職人たる精神によって、生き物の肢体や部分にふさわしいように組み合わされているのであって、それは、それぞれの部分の互いへの釣り合いを保つことができ、その姿を整った輪郭のものとし、内なるすべてのものがふさわしい調和を得るためである。」

Homiliae 6.24.3

3

ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῶν δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζώῳ τῆς ὅλης περιφορᾶς.

「同様に、それぞれのものにふさわしい場所を、あらゆる美しい形とともに、職人たる精神が厳密に定めるのである。まとめて言おう——そのほか、生きるものが持つべきあらゆるものが、この大いなる生き物、全宇宙の回転運動には、何一つ欠けていなかったのである。」