作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput V 第XII講話 第V章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 12.5.1

1

Κᾀγὼ ἀπεκρινάμην· μὴ τοίνυν νομίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γάρ σε, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν Θεὸν τῆς σωζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις , δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων, μή πως ἀπολειφθείς σου, ἄνθρωπος ὤν νεώτερος, ὅσπερ νῦν οὕτως ἐνστάσεως ἔχω, ὡς ἄν μὴ κατά τινα χόλον Θεοῦ ἀποστῆναί σου ἀδύνατον εἶναι, ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ᾽ ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί μέ σοι, τούτῳ, ᾧ ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντῃ σοι συνεῖναι εὔχομαι·

私は答えて言った。「主よ、私が悲しみに苦しもうとしていたのを、分別のないことだとお思いにならないでください。むしろ、まことに正しい思案あってのことです。というのも、我が主よ、私はあなたを、父にも母にも兄弟にも親族にもまさる方として持っており、神のゆえに、救う真理の原因となってくださった方として、すべてにまさる最大の慰めとしてあなたを持っているからです。そのうえ、私は自分の若さゆえの、生まれつきの欲望を恐れて苦しんでいました。あなたから離れれば、私はまだ若い人間であり、今このようにしっかりした心構えを持っていても——神の何らかの怒りによらなければあなたから離れることなど不可能であるほどですが——欲望に負けてしまうのではないかと恐れたのです。しかし、私があなたと共にいることの方がはるかに善く、また安全であり、私の精神がしかるべき理由をもってあらかじめ敬意を抱いてきたのはこの方に対してですから、私はどこまでもあなたと共にいることを願います。」

Homiliae 12.5.2

2

πρὸς τούτοις δὲ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης, τὸ μηδένα λυπεῖν κατὰ Θεόν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα ὁμόφρονα, ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποιεῖν.

「そのうえ、私はあなたがカイサリアで言われたことを覚えています。『私に同行しようと願う者があれば、敬虔に同行させよ。』そして敬虔にとは、神にかけて誰をも悲しませないこと、たとえば両親や心を同じくする妻、あるいは敬神に身を捧げている他の誰かを見捨てることによって悲しませないことだ、とあなたは言われました。それゆえ、私はあらゆる点であなたにふさわしい同行者です。あなたが私に僕としての務めを行うことを許してくださるなら、それは私に最大の恵みを与えてくださることになります。」