Homiliae 3.38.1
Τοῦ Πέτρου ταῦτα εἰπόντος, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ᾽ αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νομίζειν καὶ συζητῆσαι θέλω·
ペトロがこれを語り終えると、シモンが群衆の外から大声で叫んで言った。「お前は、なぜ嘘をついて、お前のそばに立っている無知な群衆を欺こうとするのか。ユダヤ人のもとにある公けの書物が、多くの神々があると語っているにもかかわらず、彼らに、神々があると考えることも語ることも許されないと信じ込ませようとして。今こそ私は、皆の前で、それらの書物に基づいて、神々を認めるべきことについてお前と論じ合いたい。」
Homiliae 3.38.2
πρότερον περὶ οὗ ἔφης Θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην, καθ᾽ ὅ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν·
「まず、お前が語ったその神について、彼が至高にして万能なる力ではないことを示そう。というのは、彼は予知を持たず、不完全であり、欠けたところがあり、善くなく、数多くの、無数のつらい情念に服しているからである。」
Homiliae 3.38.3
ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος , ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὅν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.
「それゆえ、これが聖書によって示されるならば、私が言うように、書かれてはいないが、別の方が残されて存在することになる。それは、予知する方、完全な方、欠けるところのない方、善き方、あらゆるつらい情念から解き放たれた方である。だが、お前が造り主だと言うその方は、それとは正反対のものであることになる。」