Homiliae 9.15.1
Ὡς γὰρ οἱ δεινοὶ ὄφεις τοῖς αὑτῶν πνεύμασιν τοὺς στρούθους ἐπισπῶνται, οὕτω καὶ αὐτοὶ τοὺς μεταλαμβάνοντας τῆς αὐτῶν τραπέζης, διά γε τῶν βρωτῶν καὶ ποτῶν ἀνακραθέντες αὐτῶν τῷ νῷ, εἰς τὸ ἴδιον αὐτῶν ἐπισπῶνται βούλημα, μεταμορφοῦντες ἑαυτοὺς κατ᾽ ὄναρ κατὰ τὰς τῶν ξοάνων εἰδέας, ἵνα τὴν πλάνην αὐξήσωσιν. τὸ γὰρ ξόανον οὔτε ζῶόν ἐστιν, οὔτε θεῖον ἔχει πνεῦμα, ὁ δὲ ὀφθεὶς δαίμων τῇ μορφῇ ἀπεχρήσατο. πόσοι κατ᾽ ὄναρ ὁμοίως ἄλλοις ὤφθησαν, καὶ ὕπαρ συναντήσαντες ἀλλήλοις πρὸς τὸ κατ᾽ ὄναρ ἀντιβάλλοντες οὐ συνεφώνησαν; ὥστε οὐκ ἔτι ὄναρ ἐπιφάνεια ἐκεῖνό ἐστιν, ἀλλ᾽ ἢ δαίμονός ἐστιν ἢ ψυχῆς τὰ ἐπιγεννήματα τοῖς παροῦσι φόβοις καὶ ἐπιθυμίᾳ ἀποδιδούσης τὰς εἰδέας·
「恐ろしい蛇が自分の息によって雀を引き寄せるように、ダエモーンどもも、自分たちの食卓にあずかる者たちを、食べ物や飲み物を通してその者たちの精神に混ざり込むことによって、自分たちの望むところへと引き寄せるのである。彼らは夢の中で、彫像の姿にかたどって自らを変え、迷いを増し加える。彫像は生き物でもなければ、神的な霊を持つものでもなく、姿を現したダエモーンがその形を利用しただけなのである。どれほど多くの者たちが、夢の中で他の者たちと同じように何かを見たにもかかわらず、目覚めているときに互いに出会い、その夢について語り合っても、一致を見なかったことであろうか。それゆえ、それはもはや夢による顕現ではなく、ダエモーンによる、あるいは魂による産物であって、そのときどきの恐れや欲望に応じて姿を与えているのである。」
Homiliae 9.15.2
ἡ γὰρ φόβῳ τὸν νοῦν πληγεῖσα, διὰ ὀνείρων τὰς ἰδέας ἀποκυΐσκει. εἰ δὲ τὰ ξόανα οἴεσθε ὡς ἔμπνοα ὑπάρχοντα τὰ τοιαῦτα ἐνεργεῖν δύνασθαι, ἐπὶ ζυγοῦ ἐπιστήσαντες αὐτά, ἴσου ὄντος τοῦ κανόνος, τὸ ἀντίῤῥοπον ἐπὶ τῆς ἑτέρας πλάστιγγος θέντες, ἀξιώσατε αὐτὰ ἢ ὁλκότερα γενέσθαι ἢ κουφότερα, καὶ οὕτως ἐὰν γένηται, ἔμπνοά ἐστιν·
「というのも、恐れによって精神を撃たれた魂が、夢を通してもろもろの姿を生み出すからである。もし諸君が、彫像には息があり、それゆえこのようなことをなす力があると思うのであれば、それらを秤にかけ、竿が水平である状態から、反対側の皿に釣り合うものを置いて、それらに向かって、より重くなれ、あるいはより軽くなれと求めてみるがよい。もしそのようになるならば、それには息があるということになる。」
Homiliae 9.15.3
ἀλλ᾽ οὐ γίνεται· εἰ δὲ ἔσται, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ δακτύλῳ δαίμονος τοῦτο γενέσθαι δύναται. καὶ σκώληκες κινοῦνται, καὶ θεοὶ οὐ λέγονται.
「しかし、そうはならない。もしそうなったとしても、それはいまだ神ではない。というのも、それはダエモーンの指によっても起こりうることだからである。虫けらでさえ動くが、神とは呼ばれない。」