Homiliae 5.18.1
Τί δὲ καὶ τῶν σοφῶν οἱ περιβόητοι οὐχ ἡδονὴν προκρίνουσιν, καὶ αἷς ἐβουλήθησαν ἐμίγησαν; ὧν πρῶτος ὁ τῆς Ἑλλάδος διδάσκαλος, περὶ οὗ αὐτὸς ὁ Φοῖβος ἔφη· ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος·
「『では、名高い賢者たちはどうか——快楽を優先し、望む相手と交わったのではなかったか。まずはギリシアの師、あのポイボスその方が「あらゆる人間のうちソクラテスこそ最も知恵ある者」と言った、その人からして——』」
Homiliae 5.18.2
οὐκ ἐν τῇ εὐνομωτάτῃ πόλει τῇ Λακεδαίμονι κοινὰς προτίθησι τὰς γυναῖκας, καὶ ὑπὸ τῷ τρίβωνι τὸν καλὸν Ἀλκιβιάδην καλύπτει; καὶ ὁ Σωκρατικὸς δὲ Ἀντισθένης περὶ τοῦ δεῖν τὴν λεγομένην μοιχείαν μὴ ἀποσείεσθαι γράφει. ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Διογένης Λαΐδι οὐκ ἐπί τῷ μισθῷ τοῦ φέρειν αὐτὴν ἐπ᾽ ὤμων δημοσίᾳ κοινωνεῖ μετὰ παῤῥησίας; οὐκ Ἐπίκουρος ἡδονὴν προκρίνει; οὐκ Ἀρίστιππος μυρισθεὶς ὅλον αὑτὸν Ἀφροδίτῃ χαρίζεται; οὐ Ζήνων ἀδιαφορεῖν αἰνισσόμενος διὰ πάντων τὸ θεῖον εἶναι λέγει, ἵνα γνώριμον τοῖς συνετοῖς γένηται, ἵνα ᾧ ἄν τις μιγῇ, ὡς ἑαυτῷ μίγνυται, καὶ περισσὸν τὸ ἀπαγορεύειν τὰς λεγομένας μοιχείας, ἢ μίξεις μητρὸς ἢ θυγατρὸς ἢ ἀδελφῆς ἢ παίδων;
「『あの最も秩序正しい国、ラケダイモンにおいて、女たちを共有のものとして差し出し、外套の下に美しいアルキビアデスを覆い隠したではないか。ソクラテスの弟子アンティステネスも、いわゆる姦通を退けるべきではないと書いている。またその弟子ディオゲネスも、ライスを肩に担ぐことを報酬として、公然と、はばかることなく彼女と交わったではないか。エピクロスは快楽を優先しなかったか。アリスティッポスは香油を塗って、自分のすべてをアフロディテに捧げなかったか。ゼノンは、無記であることをほのめかしつつ、あらゆるものを通じて神的なものがあると言い、賢い者たちに分からせようとしたではないか——誰と交わろうとも、それは自分自身と交わるのと同じことであり、いわゆる姦通、あるいは母や娘や姉妹や子との交わりを禁じることは余計なことなのだ、と。』」
Homiliae 5.18.3
Χρύσιππος δὲ ἐν ταῖς ἐρωτικαῖς ἐπιστολαῖς καὶ τῆς ἐν Ἀργεῖ εἰκόνος μέμνηται, πρὸς τῷ τοῦ Διὸς αἰδοίῳ φέρων τῆς Ἥρας τὸ πρόσωπον.
「『クリュシッポスは、その恋文の中で、アルゴスにあるかの絵についても述べている——ゼウスの陰部に、ヘラの顔を寄せて描いたものである。』」