Homiliae 13.21.1
Πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ τε τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω, πόσον τὸ σωφρονεῖν ἀρέσκει Θεῷ. ἡ σώφρων γυνὴ Θεοῦ ἐκλογὴ, Θεοῦ εὐδοκία, Θεοῦ δόξα, Θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη. εἰ μὴ ὅτι νόμος ἦν, μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν οἱ πεπλανημένοι διὰ σωφροσύνην μόνον σωθῆναι ἐδύναντο. διὰ τοῦτο λίαν ἀθυμῶ περὶ τῶν ἐν πλάνῃ σωφρονούντων, ὅτι ἄνευ ἐλπίδος ἀγαθῆς σωφρονεῖν ἑλόμενοι πρὸς τὸ βαπτισθῆναι ὀκνηρῶς ἔχουσιν. διὸ οὐ σώζονται·
「それゆえ、最初に苦難があるほうが、はるかに善いのだ。実際、苦難が現にあるときでも、それが過ぎ去るという希望のゆえに、さほど悲しまず、より善いことを期待して、むしろ喜びさえもたらす。何よりもまず、貞淑がどれほど神に喜ばれることであるかを、お前に知ってもらいたい。貞淑な女は、神の選び、神の御心にかなう者、神の栄光、神の子である。貞淑とはそれほどの善きものなのだ。もし、洗礼を受けない者は神の王国に入ることが正しくないという法がなかったならば、諸国民のうちの迷える者たちも、貞淑のゆえだけで救われることができたであろう。それゆえ、私は、迷いのうちにありながら貞淑を保つ者たちのことを、たいそう嘆かわしく思う。彼らは、善き希望を持たずに貞淑を選び取っていながら、洗礼を受けることには気が進まないでいる。それゆえ、彼らは救われないのである。」
Homiliae 13.21.2
ὅτι δόγμα Θεοῦ κεῖται, ἀβάπτιστον εἰς τὴν αὐτοῦ βασιλείαν μὴ εἰσελθεῖν. ταῦτα αὐτοῦ εἰπόντος καὶ τούτων πλείονα, εἰς ὕπνον ἐτράπημεν.
「なぜなら、洗礼を受けない者は神の王国に入ることができないという定めが、神によって定められているからだ。」彼がこれらのことを、そしてこれよりも多くのことを語り終えると、我々は眠りについた。