Homiliae 11.16.1
Ἡμῶν δὲ οὐδεὶς τοιοῦτόν τι παθεῖν δύναται, ἀλλ᾽ αὐτοὶ ὑφ᾽ ἡμῶν κολάζονται, ὁπόταν εἴς τινα εἰσιόντες βραδέως ἐξιέναι ἡμᾶς παρακαλοῦσιν. ἀλλ᾽ ἐρεῖ τις·
「しかし我々のうちの誰も、そのような目に遭うことはできない。むしろ、それら自身が我々によって懲らしめられるのである、誰かに取り憑いて、我々に、ゆっくりと出て行かせてくれるようにと懇願するときには。しかし誰かはこう言うだろう。」
Homiliae 11.16.2
ἴσως τοιούτοις πάθεσιν καὶ θεοσεβῶν τινες ὑποπίπτουσιν. φημὶ ὅτι τοῦτο ἀδύνατον. θεοσεβὴς γὰρ οὗτός ἐστιν, ἐγώ φημι, ὁ ὄντως θεοσεβής, οὐχ ὅς ἂν μόνον λέγηται, ὁ δὲ ὄντως ὤν τοῦ δοθέντος αὑτῷ νόμου ἐκτελεῖ τὰς πράξεις. ἐάν τις ἀσεβήσῃ, εὐσεβὴς οὐκ ἔστιν. ὅνπερ τρόπον ἐὰν ὁ ἀλλόφυλος τὸν νόμον πράξῃ, Ἰουδαῖός ἐστιν, μὴ πράξας δὲ Ἕλλην·
「『おそらく、そうした目に遭うのは、神を敬う者たちの中の何人かでもあるのだろう』と。私は、それは不可能だと言う。神を敬う者とは、私が言うのは、まことに神を敬う者のことであり、単にそう呼ばれるだけの者ではない。まことにそうである者は、自分に与えられた律法の行いを実行する者である。もし誰かが不敬虔を犯すならば、その者は敬虔ではない。ちょうど、異邦人であっても律法を行うならばユダヤ人であり、行わなければギリシア人であるのと同じ仕方である。」
Homiliae 11.16.3
ὁ γὰρ Ἰουδαῖος πιστεύων Θεῷ ποιεῖ τὸν νόμον, δι᾽ ἧς πίστεως καὶ τὰ ἄλλα τὰ ὄρεσιν ἐοικότα καὶ βαροῦντα μεθίστησιν πάθη. ὁ δὲ μὴ ποιῶν τὸν νόμον δῆλον ὅτι ἐκ τοῦ μὴ πιστεύειν Θεῷ λιποτακτεῖ, καὶ οὕτως ὡς οὐχὶ Ἰουδαῖος ἁμαρτωλὸς διὰ τὴν ἁμαρτίαν ἐπικρατεῖται ὑπὸ τῶν εἰς τὸ τιμωρεῖν τοὺς ἁμαρτάνοντας καθεστώτων παθῶν. βουλῇ Θεοῦ τῇ ἀπαρχῆς ὁρισθείσῃ δικαίως τοῖς σέβουσιν αὐτὸν παραπτωμάτων χάριν ἡ τιμωρία ἕπεται, ὅ γίνεται, ἵνα ὡς ὀφείλημα διὰ τῆς βασάνου ἀπαιτήσασα τὴν ἁμαρτίαν τοὺς ἐπιστρέψαντας καθαροὺς ἐν τῇ τῶν ὅλων παραστήσῃ κρίσει. ὡς γὰρ τοῖς κακοῖς ἡ ἐνταῦθα τρυφὴ εἰς ζημίαν αἰωνίων ἀγαθῶν γίνεται, οὕτως αἱ τιμωρίαι τοῖς παραπίπτουσιν Ἰουδαίοις πέμπονται εἰς ἔκπραξιν, ἵνα ἐνταῦθα ἀπολαύοντες τὸ παράπτωμα τῆς ἐκεῖ ἀπαλλαγῶσιν αἰωνίας κολάσεως.
「というのも、ユダヤ人とは、神を信じて律法を行う者だからである。その信仰によって、山のように重くのしかかる他の情念をも取り除くのである。他方、律法を行わない者は、明らかに、神を信じないことによって隊列を離れる脱走兵であり、こうしてユダヤ人ではない罪人として、罪を犯す者たちを罰するために立てられた情念どもに支配されるのである。初めから定められた神の計らいによって、彼を敬う者たちに、過ちのゆえに正しく懲罰が続く。それは、苦しみを通して、負債のように罪を取り立て、立ち返った者たちを、万物の裁きにおいて清い者として立たせるためである。悪しき者たちにとって、この世での快楽が永遠の善きものの損失となるように、同じように、過ちを犯すユダヤ人たちには、取り立てのために懲罰が下される、それは、この世で過ちの報いを受けることによって、かの世での永遠の懲罰を免れるためである。」