Homiliae 15.5.1
Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην·
すると父はペトロに向かって語り始めた。「お前の宣べ伝える教えについて、私が考えていないなどと思わないでほしい、最愛なるペトロよ。実は、この過ぎ去った夜の終わりに、クレメンスが、お前の宣べ伝える真理について私に多く勧めたので、私はこう答えたのだ。」
Homiliae 15.5.2
τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη·
「『古人たちが勧めたこと以外に、いったい誰がそれより新しいことを命じられようか。』すると彼は静かに笑ってこう言った。」
Homiliae 15.5.3
πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.
「『父上よ、敬神の教えと哲学の教えとの間には大きな違いがある。真理の教えは預言による論証を持つが、哲学の教えは推測に基づく美辞を連ねて、論証を示しているように見せかけているにすぎない。』そう言ってから、彼は例として、人間愛についての教え――お前が彼に説いたもの――を私に示したのだが、それはむしろ私にはこの上なく不正なものと思われた。どのようにかを言おう。彼は、自分の頬を打つ者には他の頬をも差し出し、上着を奪う者には外套をも与え、一ミリオン徴用する者とは二ミリオン一緒に行くこと、その他そうしたことが正しいのだと言っていた。」