作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VIII, Caput V 第VIII講話 第V章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 8.5.1

1

Οὐδὲ γὰρ Ἑβραῖοι Μωυσεῖ πιστεύοντες καὶ τὰ δἰ αὐτοῦ ῥηθέντα μὴ φυλάσσοντες σώζονται, ἐὰν μὴ τὰ ῥηθέντα αὑτοῖς φυλάξωσιν. ὅτι καὶ τῷ Μωυσεῖ πιστεῦσαι αὐτοὺς οὐχὶ τῆς αὐτῶν βουλῆς γέγονεν, ἀλλὰ τοῦ Θεοῦ τοῦ εἰρηκότος Μωυσεῖ·

「実に、ヘブライ人たちも、モーセを信じながら彼を通して語られたことを守らないならば、救われることはない。もし彼らに語られたことを守らないならばである。というのも、彼らがモーセを信じたことも、彼ら自身の意志によることではなく、モーセにこう語られた神によることだからである。」

Homiliae 8.5.2

2

ἰδοὺ παραγίνομαι ἐγὼ πρός σε ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρός σε, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἐπεὶ οὖν Ἑβραίοις τε καὶ τοῖς ἀπ᾽ ἐθνῶν κεκλημένοις τὸ διδασκάλοις ἀληθείας πιστεῦσαι ἐκ Θεοῦ γέγονεν, τῶν καλῶν πράξεων ἰδίᾳ κρίσει ἑκάστῳ ποιεῖν ἀπολελειμμένων, ὁ μισθὸς τοῖς εὖ πράσσουσιν δικαίως ἀποδίδοται. οὔτε γὰρ ἂν Μωυσέως, οὔτε τῆς τοῦ Ἰησοῦ παρουσίας χρεία ἦν, εἴπερ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν ἐβούλοντο, οὐδὲ ἐν τῷ πιστεύειν διδασκάλοις καὶ κυρίους αὐτοὺς λέγειν ἡ σωτηρία γίνεται.

「『見よ、私はお前のところに雲の柱のうちにあって到来する。それは、民が、私がお前に語るのを聞き、お前を永遠に信じるためである。』そこで、ヘブライ人たちにも諸国民から召された者たちにも、真理の教師たちを信じることが神から起こったのであるから、善き行いをおのおのの判断に任せて行うことが残されている以上、報いは善く行う者たちに正当に与えられるのである。もし彼らが自分自身から道理にかなうことを考えようと欲していたならば、モーセの必要もイエスの到来の必要もなかったであろうし、教師たちを信じて彼らを主と呼ぶことのうちに救いがあるのでもない。」