作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIX, Caput VII 第XIX講話 第VII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 19.7.1

1

Καὶ ὁ Πέτρος· οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος·

ペトロが言った、「お前は彼を讃美できるほど幸いな者ではないし、また、その善きことを行うこともできない。もしできるのであれば、お前はその方で満たされているはずだからである。実際、我々の偽りなき師はこう言った。」

Homiliae 19.7.2

2

ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ. ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ, ἀγνοίας αἰτίᾳ, καταλέγεις τοῦ μόνου ἀγαθοῦ Θεοῦ, καὶ μήπω κατ᾽ ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. ἦ [κρί]σιν οἴῃ μὴ ἔσεσθαι. τάχα δὲ μηδ[ὲ καὶ] εἶναι Θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων·

「『口は心に満ちあふれるものを語る』と。それゆえお前は、悪しき意志と無知のゆえに満ちあふれているので、唯一の善き神を悪く言い、しかもあえて語ったことに見合う報いをまだ受けていないのだ。もしや、裁きは来ないと思っているのか。あるいは、神が存在することさえ考えていないのかもしれない。それゆえお前は、これほど大きな彼の寛容さを理解せずに、ますます無分別へと自らを押し広げているのだ。」シモンが言った。

Homiliae 19.7.3

3

μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με, μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ. ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι, ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαί με καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπαρχῆς σοι ὑπ᾽ ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.

「私が真の実例を求めないよう、恐れによって私を怯ませられると期待するな。私は真理をこれほど強く求めているので、そのためなら危険を引き受けることさえ厭わないのだ。それより、私が最初からお前に提示したことについて、もし語るべきことがあるなら、今こそ語れ。」