Homiliae 7.8.1
Ἡ δὲ ὑπ᾽ αὐτοῦ ὁρισθεῖσα θρησκεία ἐστὶν αὕτη· τὸ μόνον αὐτὸν σέβειν, καὶ τῷ τῆς ἀληθείας μόνῳ πιστεύειν προφήτῃ, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισθῆναι, καὶ οὕτως διὰ τῆς ἁγνοτάτης βαφῆς ἀναγεννηθῆναι Θεῷ διὰ τοῦ σώζοντος ὕδατος·
「彼が定めた信仰とはこれである。すなわち、ただ彼のみを敬い、真の預言者ただひとりを信じ、罪の赦しのために洗礼を受け、こうして最も清い浸礼を通して、救う水によって神に対して新たに生まれることである。」
Homiliae 7.8.2
τραπέζης δαιμόνων μὴ μεταλαμβάνειν , λέγω δὲ εἰδωλοθύτων, νεκρῶν, πνικτῶν, θηριαλώτων, αἵματος· μὴ ἀκαθάρτως βιοῦν· ἀπὸ κοίτης γυναικὸς λούεσθαι· αὐτὰς μέντοι καὶ ἄφεδρον φυλάσσειν·
「ダエモーンどもの食卓にあずからないこと、すなわち偶像に献げられたもの、死んだもの、絞め殺されたもの、野獣に捕らえられたもの、血を口にしないこと。汚れたままに生きないこと。女との交わりの後には身を洗うこと。女たち自身もまた月の穢れの間は身を慎むこと。」
Homiliae 7.8.3
πάντας δὲ σωφρονεῖν, εὐποιεῖν, μὴ ἀδικεῖν παρὰ τοῦ πάντα δυναμένου Θεοῦ ζωὴν αἰώνιον προσδοκᾶν·
「すべての者が節制を保ち、善を行い、不義を働かず、全能なる神から永遠の命を待ち望むこと。」
Homiliae 7.8.4
εὐχαῖς καὶ δεήσεσιν συνεχέσιν αἰτουμένους αὐτὴν λαβεῖν. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος, ἡμέραις ὀλίγαις πολλῶν κᾀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.
「絶え間ない祈りと願いをもって、それを得るよう求めることである。」ペトロがシドンにおいてもこのように勧めたので、数日のうちに、そこでも多くの者が悔い改め、信じ、癒されたので、彼は教会を建て、彼に従う長老たちのうちの一人を彼らの監督として立てて、シドンを去った。