作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIV, Caput V 第XIV講話 第V章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 14.5.1

1

Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν, πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην·

「このようなことを我々が互いに語り合っていると、大勢の群衆が居合わせるようになった。そのとき私は群衆の方に目を向けてこう言った。」

Homiliae 14.5.2

2

ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων Θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος, ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν γένεσιν ἐπιστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται, εἴτε νῦν εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἔστιν αὕτη. τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν ἔχει τὴν χεῖρα, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰατικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν·

「『私と私の一族は、先祖代々、神を敬うことを受け継ぎ、また生まれ――すなわち占星術の学――に執着しないようにとの教えを受けてきた。それゆえ私はこれに注意を払わなかった。だから私は占星術に通じてはいないが、自分が知っていることを述べよう。生まれについては、生まれに関する学そのものから論駁することができないので、別のしかたで、事は摂理によって治められており、各人は自分のなした行いに応じて、それが今であれ後であれ――私にはどちらでもよいことだが――名誉あるいは罰を受けるということ、ただ各人が必ず自分のなしたことの報いを受けるということを示したいと思う。生まれというものが存在しないことの証明は、次のようなものである。ここに居合わせる者のうちで、もし誰かが両眼を失っているか、手が萎えているか、足が萎えているか、あるいは身体の他の部分に、癒しへと立ち返ることのできない、あらゆる医術の及ばぬものを持っているなら――』」

Homiliae 14.5.3

3

ὃν οὐδὲ ἀστρολόγοι ἰᾶσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν·

「『そのような者は、占星術師でさえ癒しを約束しない。長い年月のうちにもそのようなことは一度も起こらなかったからである。』」

Homiliae 14.5.4

4

ἐγὼ δὲ Θεοῦ δεηθεὶς τὴν ἴασιν παρασχῶ, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτο οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα Θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο βλασφημεῖν γάρ ἐστιν τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην·

「『だが私は、神に願い求めて、癒しを施すことができる。生まれからは、そのようなものが正しい状態を取り戻すことは決してできなかったのに。もしそうであるなら、あらゆるものを造られた神を冒瀆する者たちは、罪を犯しているのではないか。』すると老人は答えた。『すべてが生まれに従うと言うことが冒瀆だというのか。』そこで私は答えた。」

Homiliae 14.5.5

5

καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποιεῖν ὑπὸ Θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται, τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.

「『まさにそうだ。もし人間のあらゆる罪、不敬虔、放埒が星々から生じ、その星々があらゆる悪しきことを成し遂げるものとなるよう神によって定められたのだとすれば、すべての者の罪は、生まれを星々の中に置いた方に帰せられることになる。』」