Homiliae 16.13.1
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἴτε αἱ γραφαὶ εἴτε πρὸφήται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται·
するとペトロは答えた。「聖書であれ預言者であれ、神々について語るときは、聞く者たちを試みるために語っているのだ。実にこう書かれている。」
Homiliae 16.13.2
ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τότε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι, πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου·
「『もしお前のうちに預言者が起こり、お前に徴と奇跡を与え、その徴と奇跡が実際に起こって、彼がお前にこう言ったとしよう。「行って、お前の父祖たちが知らなかった他の神々に仕えよう」と。お前たちはその預言者に聞き従ってはならない。』」
Homiliae 16.13.3
ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ Θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου·
「『まず、お前の手が彼に石を投げるべきである。彼はお前を、主なるお前の神から離れさせようとして試みたのだから。もしお前が心の中でこう言うなら――』」
Homiliae 16.13.4
πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ, ὅτι ὁ πειράζων ἐπείραζεν, εἰδέναι, εἰ φοβῇ κύριον τὸν Θεόν σου. ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικεσίαν φαίνεται. οὐ γὰρ ἄν ὁ τὰ πάντα γινώσκων Θεὸς, ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι, ἐπείρασεν, ἵνα γνῷ αὐτὸς, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλῃ, περὶ τούτου λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν Θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα ὄν, καὶ τοῦτο πρὸς πειρασμὸν γραφὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων , οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ᾽ ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα·
「『「彼はどのようにしてあの徴やあの奇跡を行ったのか」と。よく知るがよい。試みる者が試みたのだ。お前が主なるお前の神を畏れているかどうかを知るために。』ところで、『試みる者が試みた』と言われたのは、バビロン捕囚の後には別のしかたで語られているように見える。というのも、万物を知っておられる神が、多くの箇所から示せるとおり、ご自身がすべてを予め知っておられるにもかかわらず、知るために試みるなどということはありえないからだ。もしお前が望むなら、この点について論じよう。そして私は、神が予め知っておられることを示そう。神が知らないということが偽りであること、そしてこのこと自体が試みのために書かれたことは、すでに証明されている。このように我々は、シモンよ、聖書によっても、他の何によっても、つまずかされることはありえない。」
Homiliae 16.13.5
οὔτε πολλοὺς θεοὺς ἀποδέξασθαι ἀπατώμεθα, οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ Θεοῦ λεγομένῳ συντιθέμεθα.
「多くの神々を認めるように欺かれることもなければ、神に逆らって語られるいかなる言葉にも同意することもない。」