Homiliae 5.3.1
Ταῦτα ἐγὼ προϊδὼν περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη·
「アッピオンについてこのことを見抜いていた私は、彼が病の理由を尋ねるやいなや、偽って答えた。私は若者の病を患い、魂を痛めているのだ、と。すると彼はこれに対して言った。」
Homiliae 5.3.2
τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τις σου τῆς ψυχῆς ἡ νόσος. ἐμοῦ δὲ προςποιητῶς πάλιν ἀναστενάξαντος, ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν, περὶ οὗ ἤθελον ἐνδείκνυσθαι, παρεῖχον τὴν ὑπόνοιαν·
「『息子よ、父に対するように大胆になって、お前の魂の病とは何か言うがよい。』そこで私は、恋について語ることを恥じているふうに再び偽って溜め息をつき、沈黙と俯くこととによって、示したいと思っていたことについての推測を与えた。」
Homiliae 5.3.3
ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· οὐδέν ἐστιν ἐν τῷ βίῳ, βοηθείας τυχεῖν μὴ δυνάμενον. καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτὴν τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ᾽ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον·
「彼は、私が本当に女に恋していると思い込んで言った。『人生において、助けを得られないものなど何もない。実際、私自身も若かったころ、この上なく評判の高い女に恋をして、彼女を得ることなど不可能だと思っただけでなく、声をかけることさえ望めないと思っていた。』」
Homiliae 5.3.4
καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὅ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρός με φιλοτιμέμενος καὶ τὴν ἐπαοιδὴν, δι᾽ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνησεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως, πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ, καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος.
「『それでも、魔術に大いに精通したあるエジプト人にたまたま出会い、親しくなって、私は自分の恋を打ち明けた。すると彼は、私の望むことすべてに自分自身を差し出してくれただけでなく、それ以上に気前よく私に尽くし、自分が首尾よく事を果たした呪文をも、惜しまずに教えてくれた。その者の人知れぬ手ほどきによって、教えてくれた者の惜しみなさに信を置き、ただ一度でうまくいったので、私は恋から解き放たれたのだった。』」