Homiliae 12.7.1
Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὗ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κᾀγὼ ἔφην·
私はこれを聞いて震え、涙にむせんだ。それは、今の世代のすべての人間が、知識と敬虔の言葉において及ばない人物の語った言葉だったからである。ペトロは私が共に涙しているのを見て、その理由を尋ねた。私は言った。
Homiliae 12.7.2
τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιοῦτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτες, τοῦτο ἐμοὶ ποιῆσαι ἀξιώσας. κᾀγὼ ἔφην· οὐχ ὅμοιόν ἐστιν·
「私が何をこのような目に遭うほどの過ちを犯したというのですか、あなたが私にそのような言葉をおっしゃるとは。」するとペトロは答えた。「もし私がお前に仕えると口にしたのが誤りであるなら、お前こそ先に過ちを犯したのだ、私にそうすることを求めたのだから。」私は言った。「それは同じことではありません。」
Homiliae 12.7.3
ἐμοὶ μὲν γὰρ τοῦτο ποιεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ Θεοῦ κήρυκι τὰς ἡμετέρας σώζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος ἀπεκρίνατο·
「なぜなら、私がそれを行うのはまことにふさわしいことですが、神の使者であり我々の魂を救ってくださるあなたが、私にそのようなことをなさるのは辛いことだからです。」するとペトロは答えた。
Homiliae 12.7.4
συνεθέμην ἄν σοι, ἐπεὶ ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθώς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὤν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποιεῖν ὑπηρεσίας, κἄν πάνυ εὐγενεῖς τυγχάνωμεν. κᾀγὼ ἔφην·
「私はお前に同意しただろう、もし我々の主が、全世界の救いのために来られ、ただ独り誰にもまさって高貴な方でありながら、僕としての身分を耐え忍ばれたのでなかったなら。それは、我々がどれほど高貴な者であっても、我々の兄弟たちに僕としての務めを行うことを恥じないよう、我々を説得するためであった。」私は言った。
Homiliae 12.7.5
εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμι, πλὴν χάριν ἔχω τῇ τοῦ Θεοῦ προνοίᾳ, ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην.
「もし私が言葉であなたに勝ったと思うなら、それは愚かなことです。ただ、私はあなたを両親の代わりとして持つことがふさわしいとされたことについて、神の摂理に感謝しています。」