作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVI, Caput III 第XVI講話 第III章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 16.3.1

1

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος·

すると父は言った。「シモンよ、もしペトロが先ほど拒んでいたなら、私にこの証言を求めるのはもっともなことだっただろう。」

Homiliae 16.3.2

2

νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοι τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιοῦτον ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ῥηθέντα θλίβλειν τὸ ἑαυτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.

「だが今は、言うべきことを言うのに、恥じることはしない。お前は怒りに満ち満ちて議論しようとしているように私には思われるが、それはお前にふさわしくないことであり、我々がそのようなことに従うのもふさわしくない。なぜなら、それは論争を演じることであって、真理に資することではないからだ。そこで今、ギリシアの教養に基づいて、探究する者たちがなすべきことを、私の知る限り思い出させよう。お前たちのそれぞれが自分の教えを述べ、それに対して相手が論じるようにするがよい。もしペトロだけが自分の見解を述べ、お前が自分の見解を語らずにいるなら、お前が語るある言葉が、自分自身の見解と相手の見解の両方を圧迫してしまうということが起こりかねず、お前たち二人ともその言葉によって論破されていながら、二人とも論破されたようには見えず、見解を述べた者だけがそう見え、見解を述べなかった者は、同じように論破されていながらそれが明らかにならず、むしろ勝ったとさえ思われることになりかねない。」するとシモンは答えた。「お前の言うとおりにしよう。だが、すでに彼の言葉に予め捉われた者が、真理を愛する裁き手ではなくなるのではないかと、私は懸念する。」