Homiliae 3.26.1
Ὁ δὲ ἐν υἱοῖς ἀνθρώπων προφητείαν ἔμφυτον ψυχῆς ἰδίαν ἔχων, ῥητῶς ὡς ἄρσην τοῦ μέλλοντος αἰῶνος τὰς ἐλπίδας μηνύων, τὸν αὑτοῦ υἱὸν προσηγόρευσεν Ἀβέλ, ὅ ἄνευ πάσης ἀμφιβολίας πένθος ἑρμηνεύεται. πενθεῖν γὰρ τοῖς αὐτοῦ υἱοῖς παρέχει τοὺς ἐξαπατωμένους ἀδελφοὺς αὐτῶν. ἀψευστεῖ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι τὴν παράκλησιν ὑπισχνούμενος.
「他方、人の子らのうちにあって、魂に生まれつき備わった預言を自らのものとして持つ者は、男性的なものとして来たるべき時代への希望を明白に告げ知らせながら、自分の子をアベルと名付けた。この名は、疑いの余地なく『嘆き』と解釈される。というのも、彼は自分の子らに、欺かれた自分たちの兄弟たちのことを嘆かせるからである。彼は来たるべき時代における慰めを約束し、その約束において偽ることがない。」
Homiliae 3.26.2
Θεὸν ἕνα μόνον αἰτεῖν λέγων, θεοὺς οὔτε αὐτὸς λέγει, οὔτε ἄλλῳ λέγοντι πιστεύει. καλὸν ὅ ἔχει τηρεῖ καὶ ἐπὶ πλείονα αὔξει. θυσίας, αἵματα, σπονδὰς μισεῖ·
「ただ唯一の神にのみ求めるべきことを説き、彼自身、複数の神々を語ることもなければ、それを語る他の者を信じることもない。彼は自分が持つ善きものを保ち、さらに大きく増し加える。生贄、血、献酒を憎み、」
Homiliae 3.26.3
ἁγνοὺς, καθαροὺς, ὁσίους ἀγαπᾷ. πῦρ βωμῶν σβέννυσιν, πολέμους καταργεῖ, εἰρήνην διδάσκει, σωφροσύνην ἐντέλλεται, τὰς ἁμαρτίας καθαίρει, γάμον νομιτεύει, ἐγκράτειαν συγχωρεῖ, εἰς ἁγνείαν πάντας ἄγει, ἐλεημονικοὺς ποιεῖ, δικαιοσύνην νομιτεύει, τοὺς τελείους αὐτῶν σφραγίζει, καὶ τὸν τῆς ἀναπαύσεως λόγον ἐκφαίνει, ῥητὰ προφητεύει, σαφῆ λέγει, πῦρ αἰώνιον κολάσεως πυκνῶς ὑπομιμνήσκει, βασιλείαν Θεοῦ συνεχῶς καταγγέλλει, πλοῦτον οὐράνιον μηνύει, δόξαν ἀναφαίρετον ὑποσχεῖται, τῆς ἁμαρτίας τὴν ἄφεσιν ἔργῳ δείκνυσιν.
「貞潔な者たち、清い者たち、敬虔な者たちを愛する。祭壇の火を消し、戦争をやめさせ、平和を教え、節制を命じ、罪を清め、結婚を法として定め、禁欲を許し、すべての者を貞潔へと導き、憐れみ深くさせ、正義を法として定め、彼らのうちの完全な者たちに証印を押し、安息の教えを明らかにし、明白なことを預言し、はっきりと語り、永遠の罰の火をしばしば思い起こさせ、神の王国を絶えず告げ知らせ、天の富を示し、奪われることのない栄光を約束し、罪の赦しを実際の業によって示す。」