作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput X 第XII講話 第X章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 12.10.1

1

Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας, καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμέ τε παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυφράγιον; καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον. τῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναξεν·

「父はこれを聞いて、深い悲しみのあまり茫然自失となり、どこへ向かって彼らを捜索すればよいのかも分からないまま、私を連れてポルトゥスへ下り、多くの人々に矢継ぎ早に尋ねました。四年前に起こった難破を、それぞれがどこで見たか、どこで聞いたか、と。すると人によって答えはまちまちでした。父はさらに、女の遺体が幼子たちと共に打ち上げられたのを見た者はいないかと尋ね返しました。多くの人々が、あちこちの場所で遺体を見たと言うのを聞いて、父はため息をつきました。」

Homiliae 12.10.2

2

πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐπυνθάνετο, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. πλὴν συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στορτῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντιστὰς ποιήσας μου καὶ εἰς Ρώμην καταλείψας δωδεκαετῆ, αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβάς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκτοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ᾽ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ ὅτι καὶ αὐτὸς τέθνηκέν που, ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα, ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκοστὸν ἔτος ἐστίν, ἀφ᾽ ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.

「しかし、はらわたを掻き乱されて、無分別にも、それほど広大な海を探し尽くそうとするような問いをしていました。とはいえ、これは許されるべきことでした。捜し求める相手への慕わしさゆえに、空しい望みに欺かれていたのですから。そしてついに、私の世話をする者たちを付け、十二歳の私をローマに残して、父自らは涙しながらポルトゥスへ下り、船に乗り込んで、捜索のために船出して行ってしまいました。それ以来今日に至るまで、私は父から手紙一つ受け取っておらず、生きているのか死んでいるのかさえ確かに知りません。むしろ、父もどこかで、悲しみに打ち負かされたか、あるいは難破にあって、すでに死んでいるのではないかと推察しています。その証拠に、それ以来すでに二十年が経っており、その間、父についての確かなことを何一つ聞いていないのです。」