Homiliae 3.19.1
Διὰ τοῦτο, φημί, αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπ᾽ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς παντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐμπρόθεσμος παρειληφότα νόμῳ τὴν βασιλείαν. καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶ τοῦτο, ὅτι ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ᾽ αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦτας, καὶ ἐκλαίει τοὺς ἀπειθοῦντας, καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοὺς αὐτοῦ μαθητάς, ὡς πρὸς ἀδελφοὺς ἔχοντας, τὰ ὅμοια ποιεῖν ἐδίδασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι·
「そのために、と私は言う、彼自身がその座から立ち上がり、子らのための父として、世々隠されて価値ある者たちに伝えられてきたことを宣べ伝え、憐れみを異邦人にまで及ぼし、すべての者の魂を憐れみながら、自らの血を顧みなかったのである。彼は来たるべき時代の王たるにふさわしい者でありながら、律法によって今の定められた時の王国を受け継いだ者に対して、そうしたのである。そして彼を最も深く悲しませたことは、まさにこれである。すなわち、子らのために戦いをなしたその者たちから、無知のゆえに戦いを挑まれたことである。それでも彼は憎む者たちをも愛し、従わない者たちのために泣き、罵る者たちを祝福し、敵対する者たちのために祈った。彼は父としてこれらのことをなしたばかりでなく、自分の弟子たちにも、兄弟に対するように、同じことをなすよう教えた。これこそ父であり、これこそ預言者であり、これこそ、彼が自分の子らの王となることの理にかなうゆえんである。」
Homiliae 3.19.2
ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰωνία εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται.
「それは、父から子らへの情愛と、子らから父への心に根ざした敬いとによって、永遠の平和が実現されうるためである。理にかなった方が王であるとき、支配される者たちのうちに、王である方についての真の喜びが生まれるのである。」