Homiliae 4.1.1
Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσέβαλλον, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης·
私クレメンスは、ニケテスとアクィラスとともに、ストラトンのカイサリアを出て、フェニキアのテュロスに入った。そして、我々を遣わしたペトロの命に従って、我々はカナン人ユスタの娘ベルニケのもとで客としての歓待を受けた。
Homiliae 4.1.2
ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παῤῥησιαζομένη ἐφιλοφρονεῖτο, καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, ὀρθῶς μέν, ἔφην, ποιεῖς, ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν Θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν.
彼女は非常に喜んで我々を迎え入れ、私に対しては大いなる敬意をもって心を砕き、アクィラスとニケテスに対しては情愛をもって、喜びのあまり気安い者のように率直にふるまって、もてなしを尽くし、我々に身体の世話を受けるようしきりに勧めた。そこで彼女が我々にわずかな滞在の延期を勧めているのを察して、私は言った。「お前がそうするのは正しい、愛の果たすべき務めを急いで満たそうとしているのだから。だが、それよりも重んじるべきは、神に対する我々の畏れである。我々は多くの魂のための戦いを担っているゆえに、彼らの救いより我々自身の休息を優先することを恐れているからである。」