Homiliae 10.5.1
Πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· Κύριον τὸν Θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.
「それゆえ諸君は、諸君の心に潜む恐ろしい蛇に向かって、まじないをかけるかのように『主なる神を畏れよ、主のみに仕えよ』と言うならば、自分自身を益となることへ説き伏せることができるであろう。」
Homiliae 10.5.2
Ἐκ παντὸς οὖν λογισμοῦ συμφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι, οὐχ ὡς ἄδικον, ἀλλ᾽ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται, μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον, μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἐν τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾧ δή τινι τρόπῳ βλάπτειν δυναμένου.
「それゆえ、あらゆる思案からして、彼のみを畏れることが益となる——不正な者としてではなく、正しい者としてである。というのも、人が不正な者を恐れるのは不正に殺されないためであり、正しい者を恐れるのは罪が露見して罰せられないためである。ゆえに諸君は、彼への畏れによって、多くの有害な恐れから解放されることができる。もし諸君が、万物の唯一の主にして造り主を畏れないならば、諸君は自らを害するすべての悪しきものの奴隷となるであろう。すなわちダエモーンどもと情念と、何であれ害しうるあらゆるものの奴隷に、である。」